Homer, Odyssey (XML Header) [genre: poetry; hexameter] [word count] [lemma count] [Hom. Od.]. | ||
<<Hom. Od. 13.285 | Hom. Od. 13.310 (English English(2)) | >>Hom. Od. 13.335 |
13.300Παλλάδʼ Ἀθηναίην , κούρην Διός , ἥ τέ τοι αἰεὶ
ἐν πάντεσσι πόνοισι παρίσταμαι ἠδὲ φυλάσσω ,
καὶ δέ σε Φαιήκεσσι φίλον πάντεσσιν ἔθηκα ,
νῦν αὖ δεῦρʼ ἱκόμην , ἵνα τοι σὺν μῆτιν ὑφήνω
χρήματά τε κρύψω , ὅσα τοι Φαίηκες ἀγαυοὶ
13.305ὤπασαν οἴκαδʼ ἰόντι ἐμῇ βουλῇ τε νόῳ τε ,
εἴπω θʼ ὅσσα τοι αἶσα δόμοις ἔνι ποιητοῖσι
κήδεʼ ἀνασχέσθαι · σὺ δὲ τετλάμεναι καὶ ἀνάγκῃ ,
μηδέ τῳ ἐκφάσθαι μήτʼ ἀνδρῶν μήτε γυναικῶν ,
πάντων , οὕνεκʼ ἄρʼ ἦλθες ἀλώμενος , ἀλλὰ σιωπῇ
13.310πάσχειν ἄλγεα πολλά , βίας ὑποδέγμενος ἀνδρῶν .”
ἧος ἐνὶ Τροίῃ πολεμίζομεν υἷες Ἀχαιῶν .
αὐτὰρ ἐπεὶ Πριάμοιο πόλιν διεπέρσαμεν αἰπήν ,
βῆμεν δʼ ἐν νήεσσι , θεὸς δʼ ἐκέδασσεν Ἀχαιούς ,
οὔ σέ γʼ ἔπειτα ἴδον , κούρη Διός , οὐδʼ ἐνόησα
νηὸς ἐμῆς ἐπιβᾶσαν , ὅπως τί μοι ἄλγος ἀλάλκοις .
13.320ἀλλʼ αἰεὶ φρεσὶν ᾗσιν ἔχων δεδαϊγμένον ἦτορ
ἠλώμην , ἧός με θεοὶ κακότητος ἔλυσαν ·
πρίν γʼ ὅτε Φαιήκων ἀνδρῶν ἐν πίονι δήμῳ
θάρσυνάς τε ἔπεσσι καὶ ἐς πόλιν ἤγαγες αὐτή .
νῦν δέ σε πρὸς πατρὸς γουνάζομαι —οὐ γὰρ ὀΐω
13.305
13.310
“
13.320
Homer, Odyssey (XML Header) [genre: poetry; hexameter] [word count] [lemma count] [Hom. Od.]. | ||
<<Hom. Od. 13.285 | Hom. Od. 13.310 (English English(2)) | >>Hom. Od. 13.335 |