Homer, Odyssey (XML Header) [genre: poetry; hexameter] [word count] [lemma count] [Hom. Od.]. | ||
<<Hom. Od. 13.310 | Hom. Od. 13.335 (English English(2)) | >>Hom. Od. 13.360 |
13.325ἥκειν εἰς Ἰθάκην εὐδείελον , ἀλλά τινʼ ἄλλην
γαῖαν ἀναστρέφομαι · σὲ δὲ κερτομέουσαν ὀΐω
ταῦτʼ ἀγορευέμεναι , ἵνʼ ἐμὰς φρένας ἠπεροπεύσῃς —
εἰπέ μοι εἰ ἐτεόν γε φίλην ἐς πατρίδʼ ἱκάνω .”
τὸν δʼ ἠμείβετʼ ἔπειτα θεὰ γλαυκῶπις Ἀθήνη ·
13.330“αἰεί τοι τοιοῦτον ἐνὶ στήθεσσι νόημα ·
τῷ σε καὶ οὐ δύναμαι προλιπεῖν δύστηνον ἐόντα ,
οὕνεκʼ ἐπητής ἐσσι καὶ ἀγχίνοος καὶ ἐχέφρων .
ἀσπασίως γάρ κʼ ἄλλος ἀνὴρ ἀλαλήμενος ἐλθὼν
ἵετʼ ἐνὶ μεγάροις ἰδέειν παῖδάς τʼ ἄλοχόν τε ·
13.335σοὶ δʼ οὔ πω φίλον ἐστὶ δαήμεναι οὐδὲ πυθέσθαι ,
πρίν γʼ ἔτι σῆς ἀλόχου πειρήσεαι , ἥ τέ τοι αὔτως
ἧσται ἐνὶ μεγάροισιν , ὀϊζυραὶ δέ οἱ αἰεὶ
φθίνουσιν νύκτες τε καὶ ἤματα δάκρυ χεούσῃ .
αὐτὰρ ἐγὼ τὸ μὲν οὔ ποτʼ ἀπίστεον , ἀλλʼ ἐνὶ θυμῷ
13.340ᾔδεʼ , ὃ νοστήσεις ὀλέσας ἄπο πάντας ἑταίρους ·
ἀλλά τοι οὐκ ἐθέλησα Ποσειδάωνι μάχεσθαι
πατροκασιγνήτῳ , ὅς τοι κότον ἔνθετο θυμῷ ,
χωόμενος ὅτι οἱ υἱὸν φίλον ἐξαλάωσας .
ἀλλʼ ἄγε τοι δείξω Ἰθάκης ἕδος , ὄφρα πεποίθῃς .
13.345Φόρκυνος μὲν ὅδʼ ἐστὶ λιμήν , ἁλίοιο γέροντος ,
ἥδε δʼ ἐπὶ κρατὸς λιμένος τανύφυλλος ἐλαίη ·
ἀγχόθι δʼ αὐτῆς ἄντρον ἐπήρατον ἠεροειδές ,
ἱρὸν νυμφάων , αἳ νηϊάδες καλέονται ·
τοῦτο δέ τοι σπέος ἐστὶ κατηρεφές , ἔνθα σὺ πολλὰς
13.330“
13.335
13.340
13.345
Homer, Odyssey (XML Header) [genre: poetry; hexameter] [word count] [lemma count] [Hom. Od.]. | ||
<<Hom. Od. 13.310 | Hom. Od. 13.335 (English English(2)) | >>Hom. Od. 13.360 |