Homer, Odyssey (XML Header) [genre: poetry; hexameter] [word count] [lemma count] [Hom. Od.]. | ||
<<Hom. Od. 14.170 | Hom. Od. 14.195 (English English(2)) | >>Hom. Od. 14.220 |
14.185ἀλλʼ ἄγε μοι σύ , γεραιέ , τὰ σʼ αὐτοῦ κήδεʼ ἐνίσπες
καί μοι τοῦτʼ ἀγόρευσον ἐτήτυμον , ὄφρʼ ἐῢ εἰδῶ ·
τίς πόθεν εἶς ἀνδρῶν ; πόθι τοι πόλις ἠδὲ τοκῆες ;
ὁπποίης τʼ ἐπὶ νηὸς ἀφίκεο · πῶς δέ σε ναῦται
ἤγαγον εἰς Ἰθάκην ; τίνες ἔμμεναι εὐχετόωντο ;
14.190οὐ μὲν γάρ τί σε πεζὸν ὀΐομαι ἐνθάδʼ ἱκέσθαι .”
τὸν δʼ ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς ·
“τοιγὰρ ἐγώ τοι ταῦτα μάλʼ ἀτρεκέως ἀγορεύσω .
εἴη μὲν νῦν νῶϊν ἐπὶ χρόνον ἠμὲν ἐδωδὴ
ἠδὲ μέθυ γλυκερὸν κλισίης ἔντοσθεν ἐοῦσι ,
14.195δαίνυσθαι ἀκέοντʼ , ἄλλοι δʼ ἐπὶ ἔργον ἕποιεν ·
ῥηϊδίως κεν ἔπειτα καὶ εἰς ἐνιαυτὸν ἅπαντα
οὔ τι διαπρήξαιμι λέγων ἐμὰ κήδεα θυμοῦ ,
ὅσσα γε δὴ ξύμπαντα θεῶν ἰότητι μόγησα .
ἀνέρος ἀφνειοῖο πάϊς · πολλοὶ δὲ καὶ ἄλλοι
υἱέες ἐν μεγάρῳ ἠμὲν τράφεν ἠδʼ ἐγένοντο
γνήσιοι ἐξ ἀλόχου · ἐμὲ δʼ ὠνητὴ τέκε μήτηρ
παλλακίς , ἀλλά με ἶσον ἰθαιγενέεσσιν ἐτίμα
Κάστωρ Ὑλακίδης , τοῦ ἐγὼ γένος εὔχομαι εἶναι
14.205ὃς τότʼ ἐνὶ Κρήτεσσι θεὸς ὣς τίετο δήμῳ
ὄλβῳ τε πλούτῳ τε καὶ υἱάσι κυδαλίμοισιν .
ἀλλʼ ἦ τοι τὸν κῆρες ἔβαν θανάτοιο φέρουσαι
εἰς Ἀΐδαο δόμους · τοὶ δὲ ζωὴν ἐδάσαντο
παῖδες ὑπέρθυμοι καὶ ἐπὶ κλήρους ἐβάλοντο ,
14.190
“
14.195
“
14.205
Homer, Odyssey (XML Header) [genre: poetry; hexameter] [word count] [lemma count] [Hom. Od.]. | ||
<<Hom. Od. 14.170 | Hom. Od. 14.195 (English English(2)) | >>Hom. Od. 14.220 |