Homer, Odyssey (XML Header) [genre: poetry; hexameter] [word count] [lemma count] [Hom. Od.]. | ||
<<Hom. Od. 14.195 | Hom. Od. 14.220 (English English(2)) | >>Hom. Od. 14.245 |
14.210αὐτὰρ ἐμοὶ μάλα παῦρα δόσαν καὶ οἰκίʼ ἔνειμαν .
ἠγαγόμην δὲ γυναῖκα πολυκλήρων ἀνθρώπων
εἵνεκʼ ἐμῆς ἀρετῆς , ἐπεὶ οὐκ ἀποφώλιος ἦα
οὐδὲ φυγοπτόλεμος · νῦν δʼ ἤδη πάντα λέλοιπεν
ἀλλʼ ἔμπης καλάμην γέ σʼ ὀΐομαι εἰσορόωντα
14.215γιγνώσκειν · ἦ γάρ με δύη ἔχει ἤλιθα πολλή .
ἦ μὲν δὴ θάρσος μοι Ἄρης τʼ ἔδοσαν καὶ Ἀθήνη
καὶ ῥηξηνορίην · ὁπότε κρίνοιμι λόχονδε
ἄνδρας ἀριστῆας , κακὰ δυσμενέεσσι φυτεύων ,
οὔ ποτέ μοι θάνατον προτιόσσετο θυμὸς ἀγήνωρ ,
14.220ἀλλὰ πολὺ πρώτιστος ἐπάλμενος ἔγχει ἕλεσκον
ἀνδρῶν δυσμενέων ὅ τέ μοι εἴξειε πόδεσσιν .
τοῖος ἔα ἐν πολέμῳ · ἔργον δέ μοι οὐ φίλον ἔσκεν
οὐδʼ οἰκωφελίη , ἥ τε τρέφει ἀγλαὰ τέκνα ,
ἀλλά μοι αἰεὶ νῆες ἐπήρετμοι φίλαι ἦσαν
14.225καὶ πόλεμοι καὶ ἄκοντες ἐΰξεστοι καὶ ὀϊστοί ,
λυγρά , τά τʼ ἄλλοισίν γε καταριγηλὰ πέλονται .
αὐτὰρ ἐμοὶ τὰ φίλʼ ἔσκε τά που θεὸς ἐν φρεσὶ θῆκεν ·
ἄλλος γάρ τʼ ἄλλοισιν ἀνὴρ ἐπιτέρπεται ἔργοις .
πρὶν μὲν γὰρ Τροίης ἐπιβήμεναι υἷας Ἀχαιῶν
14.230εἰνάκις ἀνδράσιν ἦρξα καὶ ὠκυπόροισι νέεσσιν
ἄνδρας ἐς ἀλλοδαπούς , καί μοι μάλα τύγχανε πολλά .
τῶν ἐξαιρεύμην μενοεικέα , πολλὰ δʼ ὀπίσσω
λάγχανον · αἶψα δὲ οἶκος ὀφέλλετο , καί ῥα ἔπειτα
δεινός τʼ αἰδοῖός τε μετὰ Κρήτεσσι τετύγμην .
14.215
14.220
14.225
14.230
Homer, Odyssey (XML Header) [genre: poetry; hexameter] [word count] [lemma count] [Hom. Od.]. | ||
<<Hom. Od. 14.195 | Hom. Od. 14.220 (English English(2)) | >>Hom. Od. 14.245 |