Homer, Odyssey (XML Header) [genre: poetry; hexameter] [word count] [lemma count] [Hom. Od.]. | ||
<<Hom. Od. 14.200 | Hom. Od. 14.230 (English English(2)) | >>Hom. Od. 14.255 |
14.220ἀλλὰ πολὺ πρώτιστος ἐπάλμενος ἔγχει ἕλεσκον
ἀνδρῶν δυσμενέων ὅ τέ μοι εἴξειε πόδεσσιν .
τοῖος ἔα ἐν πολέμῳ · ἔργον δέ μοι οὐ φίλον ἔσκεν
οὐδʼ οἰκωφελίη , ἥ τε τρέφει ἀγλαὰ τέκνα ,
ἀλλά μοι αἰεὶ νῆες ἐπήρετμοι φίλαι ἦσαν
14.225καὶ πόλεμοι καὶ ἄκοντες ἐΰξεστοι καὶ ὀϊστοί ,
λυγρά , τά τʼ ἄλλοισίν γε καταριγηλὰ πέλονται .
αὐτὰρ ἐμοὶ τὰ φίλʼ ἔσκε τά που θεὸς ἐν φρεσὶ θῆκεν ·
ἄλλος γάρ τʼ ἄλλοισιν ἀνὴρ ἐπιτέρπεται ἔργοις .
πρὶν μὲν γὰρ Τροίης ἐπιβήμεναι υἷας Ἀχαιῶν
14.230εἰνάκις ἀνδράσιν ἦρξα καὶ ὠκυπόροισι νέεσσιν
ἄνδρας ἐς ἀλλοδαπούς , καί μοι μάλα τύγχανε πολλά .
τῶν ἐξαιρεύμην μενοεικέα , πολλὰ δʼ ὀπίσσω
λάγχανον · αἶψα δὲ οἶκος ὀφέλλετο , καί ῥα ἔπειτα
δεινός τʼ αἰδοῖός τε μετὰ Κρήτεσσι τετύγμην .
14.235“ἀλλʼ ὅτε δὴ τήν γε στυγερὴν ὁδὸν εὐρύοπα Ζεὺς
ἐφράσαθʼ , ἣ πολλῶν ἀνδρῶν ὑπὸ γούνατʼ ἔλυσε ,
δὴ τότʼ ἔμʼ ἤνωγον καὶ ἀγακλυτὸν Ἰδομενῆα
νήεσσʼ ἡγήσασθαι ἐς Ἴλιον · οὐδέ τι μῆχος
ἦεν ἀνήνασθαι , χαλεπὴ δʼ ἔχε δήμου φῆμις .
14.240ἔνθα μὲν εἰνάετες πολεμίζομεν υἷες Ἀχαιῶν ,
τῷ δεκάτῳ δὲ πόλιν Πριάμου πέρσαντες ἔβημεν
οἴκαδε σὺν νήεσσι , θεὸς δʼ ἐκέδασσεν Ἀχαιούς .
αὐτὰρ ἐμοὶ δειλῷ κακὰ μήδετο μητίετα Ζεύς ·
μῆνα γὰρ οἶον ἔμεινα τεταρπόμενος τεκέεσσιν
14.225
14.230
14.240
Homer, Odyssey (XML Header) [genre: poetry; hexameter] [word count] [lemma count] [Hom. Od.]. | ||
<<Hom. Od. 14.200 | Hom. Od. 14.230 (English English(2)) | >>Hom. Od. 14.255 |