Homer, Odyssey (XML Header) [genre: poetry; hexameter] [word count] [lemma count] [Hom. Od.]. | ||
<<Hom. Od. 14.255 | Hom. Od. 14.285 (English English(2)) | >>Hom. Od. 14.310 |
14.275αὐτοῦ ἐν Αἰγύπτῳ · ἔτι γάρ νύ με πῆμʼ ὑπέδεκτο —
αὐτίκʼ ἀπὸ κρατὸς κυνέην εὔτυκτον ἔθηκα
καὶ σάκος ὤμοιϊν , δόρυ δʼ ἔκβαλον ἔκτοσε χειρός ·
αὐτὰρ ἐγὼ βασιλῆος ἐναντίον ἤλυθον ἵππων
καὶ κύσα γούναθʼ ἑλών · ὁ δʼ ἐρύσατο καί μʼ ἐλέησεν ,
14.280ἐς δίφρον δέ μʼ ἕσας ἄγεν οἴκαδε δάκρυ χέοντα .
ἦ μέν μοι μάλα πολλοὶ ἐπήϊσσον μελίῃσιν ,
ἱέμενοι κτεῖναι —δὴ γὰρ κεχολώατο λίην —
ἀλλʼ ἀπὸ κεῖνος ἔρυκε , Διὸς δʼ ὠπίζετο μῆνιν
ξεινίου , ὅς τε μάλιστα νεμεσσᾶται κακὰ ἔργα .
14.285“ἔνθα μὲν ἑπτάετες μένον αὐτόθι , πολλὰ δʼ ἄγειρα
χρήματʼ ἀνʼ Αἰγυπτίους ἄνδρας · δίδοσαν γὰρ ἅπαντες .
ἀλλʼ ὅτε δὴ ὄγδοόν μοι ἐπιπλόμενον ἔτος ἦλθεν ,
δὴ τότε Φοῖνιξ ἦλθεν ἀνὴρ ἀπατήλια εἰδώς ,
τρώκτης , ὃς δὴ πολλὰ κάκʼ ἀνθρώποισιν ἐώργει ·
14.290ὅς μʼ ἄγε παρπεπιθὼν ᾗσι φρεσίν , ὄφρʼ ἱκόμεσθα
Φοινίκην , ὅθι τοῦ γε δόμοι καὶ κτήματʼ ἔκειτο .
ἔνθα παρʼ αὐτῷ μεῖνα τελεσφόρον εἰς ἐνιαυτόν .
ἀλλʼ ὅτε δὴ μῆνές τε καὶ ἡμέραι ἐξετελεῦντο
ἄψ περιτελλομένου ἔτεος καὶ ἐπήλυθον ὧραι ,
14.295ἐς Λιβύην μʼ ἐπὶ νηὸς ἐέσσατο ποντοπόροιο
ψεύδεα βουλεύσας , ἵνα οἱ σὺν φόρτον ἄγοιμι ,
κεῖθι δέ μʼ ὡς περάσειε καὶ ἄσπετον ὦνον ἕλοιτο .
τῷ ἑπόμην ἐπὶ νηός , ὀϊόμενός περ , ἀνάγκῃ .
ἡ δʼ ἔθεεν Βορέῃ ἀνέμῳ ἀκραέϊ καλῷ ,
14.280
14.290
14.295
Homer, Odyssey (XML Header) [genre: poetry; hexameter] [word count] [lemma count] [Hom. Od.]. | ||
<<Hom. Od. 14.255 | Hom. Od. 14.285 (English English(2)) | >>Hom. Od. 14.310 |