Homer, Odyssey (XML Header) [genre: poetry; hexameter] [word count] [lemma count] [Hom. Od.]. | ||
<<Hom. Od. 14.305 | Hom. Od. 14.335 (English English(2)) | >>Hom. Od. 14.365 |
14.325καί νύ ἐς δεκάτην γενεὴν ἕτερόν γʼ ἔτι βόσκοι ·
τόσσα οἱ ἐν μεγάροις κειμήλια κεῖτο ἄνακτος .
τὸν δʼ ἐς Δωδώνην φάτο βήμεναι , ὄφρα θεοῖο
ἐκ δρυὸς ὑψικόμοιο Διὸς βουλὴν ἐπακούσαι ,
ὅππως νοστήσειʼ Ἰθάκης ἐς πίονα δῆμον
14.330ἤδη δὴν ἀπεών , ἢ ἀμφαδὸν ἦε κρυφηδόν .
ὤμοσε δὲ πρὸς ἔμʼ αὐτόν , ἀποσπένδων ἐνὶ οἴκῳ ,
νῆα κατειρύσθαι καὶ ἐπαρτέας ἔμμεν ἑταίρους ,
οἳ δή μιν πέμψουσι φίλην ἐς πατρίδα γαῖαν .
ἀλλʼ ἐμὲ πρὶν ἀπέπεμψε · τύχησε γὰρ ἐρχομένη νηῦς
14.335ἀνδρῶν Θεσπρωτῶν ἐς Δουλίχιον πολύπυρον .
ἔνθʼ ὅ γέ μʼ ἠνώγει πέμψαι βασιλῆϊ Ἀκάστῳ
ἐνδυκέως · τοῖσιν δὲ κακὴ φρεσὶν ἥνδανε βουλὴ
ἀμφʼ ἐμοί , ὄφρʼ ἔτι πάγχυ δύης ἐπὶ πῆμα γενοίμην .
ἀλλʼ ὅτε γαίης πολλὸν ἀπέπλω ποντοπόρος νηῦς ,
14.340αὐτίκα δούλιον ἦμαρ ἐμοὶ περιμηχανόωντο .
ἐκ μέν με χλαῖνάν τε χιτῶνά τε εἵματʼ ἔδυσαν ,
ἀμφὶ δέ μοι ῥάκος ἄλλο κακὸν βάλον ἠδὲ χιτῶνα ,
ῥωγαλέα , τὰ καὶ αὐτὸς ἐν ὀφθαλμοῖσιν ὅρηαι ·
ἑσπέριοι δʼ Ἰθάκης εὐδειέλου ἔργʼ ἀφίκοντο .
14.345ἔνθʼ ἐμὲ μὲν κατέδησαν ἐϋσσέλμῳ ἐνὶ νηῒ
ὅπλῳ ἐϋστρεφέϊ στερεῶς , αὐτοὶ δʼ ἀποβάντες
ἐσσυμένως παρὰ θῖνα θαλάσσης δόρπον ἕλοντο .
αὐτὰρ ἐμοὶ δεσμὸν μὲν ἀνέγναμψαν θεοὶ αὐτοὶ
ῥηϊδίως · κεφαλῇ δὲ κατὰ ῥάκος ἀμφικαλύψας ,
14.350ξεστὸν ἐφόλκαιον καταβὰς ἐπέλασσα θαλάσσῃ
στῆθος , ἔπειτα δὲ χερσὶ διήρεσσʼ ἀμφοτέρῃσι
νηχόμενος , μάλα δʼ ὦκα θύρηθʼ ἔα ἀμφὶς ἐκείνων .
ἔνθʼ ἀναβάς , ὅθι τε δρίος ἦν πολυανθέος ὕλης ,
κείμην πεπτηώς . οἱ δὲ μεγάλα στενάχοντες
14.330
14.335
14.340
14.345
14.350
Homer, Odyssey (XML Header) [genre: poetry; hexameter] [word count] [lemma count] [Hom. Od.]. | ||
<<Hom. Od. 14.305 | Hom. Od. 14.335 (English English(2)) | >>Hom. Od. 14.365 |