Homer, Odyssey (XML Header) [genre: poetry; hexameter] [word count] [lemma count] [Hom. Od.]. | ||
<<Hom. Od. 14.1 | Hom. Od. 14.35 (English English(2)) | >>Hom. Od. 14.64 |
14.25ᾤχοντʼ ἄλλυδις ἄλλος ἅμʼ ἀγρομένοισι σύεσσιν ,
οἱ τρεῖς · τὸν δὲ τέταρτον ἀποπροέηκε πόλινδε
σῦν ἀγέμεν μνηστῆρσιν ὑπερφιάλοισιν ἀνάγκῃ ,
ὄφρʼ ἱερεύσαντες κρειῶν κορεσαίατο θυμόν .
οἱ μὲν κεκλήγοντες ἐπέδραμον · αὐτὰρ Ὀδυσσεὺς
ἕζετο κερδοσύνῃ , σκῆπτρον δέ οἱ ἔκπεσε χειρός .
ἔνθα κεν ᾧ πὰρ σταθμῷ ἀεικέλιον πάθεν ἄλγος ·
ἀλλὰ συβώτης ὦκα ποσὶ κραιπνοῖσι μετασπὼν
ἔσσυτʼ ἀνὰ πρόθυρον , σκῦτος δέ οἱ ἔκπεσε χειρός .
14.35τοὺς μὲν ὁμοκλήσας σεῦεν κύνας ἄλλυδις ἄλλον
πυκνῇσιν λιθάδεσσιν · ὁ δὲ προσέειπεν ἄνακτα ·
ἀντιθέου γὰρ ἄνακτος ὀδυρόμενος καὶ ἀχεύων
ἧμαι , ἄλλοισιν δὲ σύας σιάλους ἀτιτάλλω
ἔδμεναι · αὐτὰρ κεῖνος ἐελδόμενός που ἐδωδῆς
πλάζετʼ ἐπʼ ἀλλοθρόων ἀνδρῶν δῆμόν τε πόλιν τε ,
εἴ που ἔτι ζώει καὶ ὁρᾷ φάος ἠελίοιο .
14.45ἀλλʼ ἕπεο , κλισίηνδʼ ἴομεν , γέρον , ὄφρα καὶ αὐτός ,
σίτου καὶ οἴνοιο κορεσσάμενος κατὰ θυμόν ,
εἴπῃς ὁππόθεν ἐσσὶ καὶ ὁππόσα κήδεʼ ἀνέτλης .”
ὣς εἰπὼν κλισίηνδʼ ἡγήσατο δῖος ὑφορβός ,
εἷσεν δʼ εἰσαγαγών , ῥῶπας δʼ ὑπέχευε δασείας ,
14.50ἐστόρεσεν δʼ ἐπὶ δέρμα ἰονθάδος ἀγρίου αἰγός ,
αὐτοῦ ἐνεύναιον , μέγα καὶ δασύ . χαῖρε δʼ Ὀδυσσεὺς
ὅττι μιν ὣς ὑπέδεκτο , ἔπος τʼ ἔφατʼ ἔκ τʼ ὀνόμαζεν ·
14.35
“
14.45
14.50
“
Homer, Odyssey (XML Header) [genre: poetry; hexameter] [word count] [lemma count] [Hom. Od.]. | ||
<<Hom. Od. 14.1 | Hom. Od. 14.35 (English English(2)) | >>Hom. Od. 14.64 |