Homer, Odyssey (XML Header) [genre: poetry; hexameter] [word count] [lemma count] [Hom. Od.]. | ||
<<Hom. Od. 14.35 | Hom. Od. 14.64 (English English(2)) | >>Hom. Od. 14.90 |
14.55τὸν δʼ ἀπαμειβόμενος προσέφης , Εὔμαιε συβῶτα ·
“ξεῖνʼ , οὔ μοι θέμις ἔστʼ , οὐδʼ εἰ κακίων σέθεν ἔλθοι ,
ξεῖνον ἀτιμῆσαι · πρὸς γὰρ Διός εἰσιν ἅπαντες
ξεῖνοί τε πτωχοί τε · δόσις δʼ ὀλίγη τε φίλη τε
γίγνεται ἡμετέρη · ἡ γὰρ δμώων δίκη ἐστὶν
14.60αἰεὶ δειδιότων , ὅτʼ ἐπικρατέωσιν ἄνακτες
οἱ νέοι . ἦ γὰρ τοῦ γε θεοὶ κατὰ νόστον ἔδησαν ,
ὅς κεν ἔμʼ ἐνδυκέως ἐφίλει καὶ κτῆσιν ὄπασσεν ,
14.64οἶκόν τε κλῆρόν τε πολυμνήστην τε γυναῖκα ,
14.63οἷά τε ᾧ οἰκῆϊ ἄναξ εὔθυμος ἔδωκεν ,
14.65ὅς οἱ πολλὰ κάμῃσι , θεὸς δʼ ἐπὶ ἔργον ἀέξῃ ,
ὡς καὶ ἐμοὶ τόδε ἔργον ἀέξεται , ᾧ ἐπιμίμνω .
τῷ κέ με πόλλʼ ὤνησεν ἄναξ , εἰ αὐτόθʼ ἐγήρα ·
ἀλλʼ ὄλεθʼ —ὡς ὤφελλʼ Ἑλένης ἀπὸ φῦλον ὀλέσθαι
πρόχνυ , ἐπεὶ πολλῶν ἀνδρῶν ὑπὸ γούνατʼ ἔλυσε ·
14.70καὶ γὰρ κεῖνος ἔβη Ἀγαμέμνονος εἵνεκα τιμῆς
Ἴλιον εἰς εὔπωλον , ἵνα Τρώεσσι μάχοιτο .”
ὣς εἰπὼν ζωστῆρι θοῶς συνέεργε χιτῶνα ,
βῆ δʼ ἴμεν ἐς συφεούς , ὅθι ἔθνεα ἔρχατο χοίρων .
ἔνθεν ἑλὼν δύʼ ἔνεικε καὶ ἀμφοτέρους ἱέρευσεν ,
14.75εὗσέ τε μίστυλλέν τε καὶ ἀμφʼ ὀβελοῖσιν ἔπειρεν .
ὀπτήσας δʼ ἄρα πάντα φέρων παρέθηκʼ Ὀδυσῆϊ
θέρμʼ αὐτοῖς ὀβελοῖσιν · ὁ δʼ ἄλφιτα λευκὰ πάλυνεν ·
ἐν δʼ ἄρα κισσυβίῳ κίρνη μελιηδέα οἶνον ,
αὐτὸς δʼ ἀντίον ἷζεν , ἐποτρύνων δὲ προσηύδα ·
“
14.60
14.64
14.63
14.65
14.70
14.75
Homer, Odyssey (XML Header) [genre: poetry; hexameter] [word count] [lemma count] [Hom. Od.]. | ||
<<Hom. Od. 14.35 | Hom. Od. 14.64 (English English(2)) | >>Hom. Od. 14.90 |