Homer, Odyssey (XML Header) [genre: poetry; hexameter] [word count] [lemma count] [Hom. Od.]. | ||
<<Hom. Od. 9.370 | Hom. Od. 9.395 (English English(2)) | >>Hom. Od. 9.420 |
9.385τρυπάνῳ , οἱ δέ τʼ ἔνερθεν ὑποσσείουσιν ἱμάντι
ἁψάμενοι ἑκάτερθε , τὸ δὲ τρέχει ἐμμενὲς αἰεί .
ὣς τοῦ ἐν ὀφθαλμῷ πυριήκεα μοχλὸν ἑλόντες
δινέομεν , τὸν δʼ αἷμα περίρρεε θερμὸν ἐόντα .
πάντα δέ οἱ βλέφαρʼ ἀμφὶ καὶ ὀφρύας εὗσεν ἀυτμὴ
9.390γλήνης καιομένης , σφαραγεῦντο δέ οἱ πυρὶ ῥίζαι .
ὡς δʼ ὅτʼ ἀνὴρ χαλκεὺς πέλεκυν μέγαν ἠὲ σκέπαρνον
εἰν ὕδατι ψυχρῷ βάπτῃ μεγάλα ἰάχοντα
φαρμάσσων · τὸ γὰρ αὖτε σιδήρου γε κράτος ἐστίν
ὣς τοῦ σίζʼ ὀφθαλμὸς ἐλαϊνέῳ περὶ μοχλῷ .
9.395σμερδαλέον δὲ μέγʼ ᾤμωξεν , περὶ δʼ ἴαχε πέτρη ,
ἡμεῖς δὲ δείσαντες ἀπεσσύμεθʼ · αὐτὰρ ὁ μοχλὸν
ἐξέρυσʼ ὀφθαλμοῖο πεφυρμένον αἵματι πολλῷ .
τὸν μὲν ἔπειτʼ ἔρριψεν ἀπὸ ἕο χερσὶν ἀλύων ,
αὐτὰρ ὁ Κύκλωπας μεγάλʼ ἤπυεν , οἵ ῥά μιν ἀμφὶς
9.400ᾤκεον ἐν σπήεσσι διʼ ἄκριας ἠνεμοέσσας .
οἱ δὲ βοῆς ἀίοντες ἐφοίτων ἄλλοθεν ἄλλος ,
ἱστάμενοι δʼ εἴροντο περὶ σπέος ὅττι ἑ κήδοι ·
ἦ μή τίς σευ μῆλα βροτῶν ἀέκοντος ἐλαύνει ;
ἦ μή τίς σʼ αὐτὸν κτείνει δόλῳ ἠὲ βίηφιν ;»
9.390
9.395
9.400
«
“
«
Homer, Odyssey (XML Header) [genre: poetry; hexameter] [word count] [lemma count] [Hom. Od.]. | ||
<<Hom. Od. 9.370 | Hom. Od. 9.395 (English English(2)) | >>Hom. Od. 9.420 |