Homer, Odyssey (XML Header) [genre: poetry; hexameter] [word count] [lemma count] [Hom. Od.].
<<Hom. Od. 9.375 Hom. Od. 9.400 (English English(2)) >>Hom. Od. 9.425

9.390γλήνης καιομένης, σφαραγεῦντο δέ οἱ πυρὶ ῥίζαι.
ὡς δʼ ὅτʼ ἀνὴρ χαλκεὺς πέλεκυν μέγαν ἠὲ σκέπαρνον
εἰν ὕδατι ψυχρῷ βάπτῃ μεγάλα ἰάχοντα
φαρμάσσων· τὸ γὰρ αὖτε σιδήρου γε κράτος ἐστίν
ὣς τοῦ σίζʼ ὀφθαλμὸς ἐλαϊνέῳ περὶ μοχλῷ.
9.395σμερδαλέον δὲ μέγʼ ᾤμωξεν, περὶ δʼ ἴαχε πέτρη,
ἡμεῖς δὲ δείσαντες ἀπεσσύμεθʼ· αὐτὰρ μοχλὸν
ἐξέρυσʼ ὀφθαλμοῖο πεφυρμένον αἵματι πολλῷ.
τὸν μὲν ἔπειτʼ ἔρριψεν ἀπὸ ἕο χερσὶν ἀλύων,
αὐτὰρ Κύκλωπας μεγάλʼ ἤπυεν, οἵ ῥά μιν ἀμφὶς
9.400ᾤκεον ἐν σπήεσσι διʼ ἄκριας ἠνεμοέσσας.
οἱ δὲ βοῆς ἀίοντες ἐφοίτων ἄλλοθεν ἄλλος,
ἱστάμενοι δʼ εἴροντο περὶ σπέος ὅττι κήδοι·

«τίπτε τόσον, Πολύφημʼ, ἀρημένος ὧδʼ ἐβόησας
νύκτα διʼ ἀμβροσίην καὶ ἀύπνους ἄμμε τίθησθα;
9.405 μή τίς σευ μῆλα βροτῶν ἀέκοντος ἐλαύνει;
μή τίς σʼ αὐτὸν κτείνει δόλῳ ἠὲ βίηφιν

τοὺς δʼ αὖτʼ ἐξ ἄντρου προσέφη κρατερὸς Πολύφημος·
« φίλοι, Οὖτίς με κτείνει δόλῳ οὐδὲ βίηφιν
οἱ δʼ ἀπαμειβόμενοι ἔπεα πτερόεντʼ ἀγόρευον·
9.410«εἰ μὲν δὴ μή τίς σε βιάζεται οἶον ἐόντα,
νοῦσον γʼ οὔ πως ἔστι Διὸς μεγάλου ἀλέασθαι,
ἀλλὰ σύ γʼ εὔχεο πατρὶ Ποσειδάωνι ἄνακτι

ὣς ἄρʼ ἔφαν ἀπιόντες, ἐμὸν δʼ ἐγέλασσε φίλον κῆρ,
ὡς ὄνομʼ ἐξαπάτησεν ἐμὸν καὶ μῆτις ἀμύμων.



Homer, Odyssey (XML Header) [genre: poetry; hexameter] [word count] [lemma count] [Hom. Od.].
<<Hom. Od. 9.375 Hom. Od. 9.400 (English English(2)) >>Hom. Od. 9.425

Powered by PhiloLogic