Homer, Odyssey (XML Header) [genre: poetry; hexameter] [word count] [lemma count] [Hom. Od.].
<<Hom. Od. 9.465 Hom. Od. 9.490 (English English(2)) >>Hom. Od. 9.520

9.480ὣς ἐφάμην, δʼ ἔπειτα χολώσατο κηρόθι μᾶλλον,
ἧκε δʼ ἀπορρήξας κορυφὴν ὄρεος μεγάλοιο,
κὰδ δʼ ἔβαλε προπάροιθε νεὸς κυανοπρῴροιο
τυτθόν, ἐδεύησεν δʼ οἰήιον ἄκρον ἱκέσθαι,
ἐκλύσθη δὲ θάλασσα κατερχομένης ὑπὸ πέτρης·
9.485τὴν δʼ αἶψʼ ἤπειρόνδε παλιρρόθιον φέρε κῦμα,
πλημυρὶς ἐκ πόντοιο, θέμωσε δὲ χέρσον ἱκέσθαι.
αὐτὰρ ἐγὼ χείρεσσι λαβὼν περιμήκεα κοντὸν
ὦσα παρέξ, ἑτάροισι δʼ ἐποτρύνας ἐκέλευσα
ἐμβαλέειν κώπῃς, ἵνʼ ὑπὲκ κακότητα φύγοιμεν,
9.490κρατὶ κατανεύων· οἱ δὲ προπεσόντες ἔρεσσον.
ἀλλʼ ὅτε δὴ δὶς τόσσον ἅλα πρήσσοντες ἀπῆμεν,
καὶ τότε δὴ Κύκλωπα προσηύδων· ἀμφὶ δʼ ἑταῖροι
μειλιχίοις ἐπέεσσιν ἐρήτυον ἄλλοθεν ἄλλος·

«σχέτλιε, τίπτʼ ἐθέλεις ἐρεθιζέμεν ἄγριον ἄνδρα;
9.495ὃς καὶ νῦν πόντονδε βαλὼν βέλος ἤγαγε νῆα
αὖτις ἐς ἤπειρον, καὶ δὴ φάμεν αὐτόθʼ ὀλέσθαι.
εἰ δὲ φθεγξαμένου τευ αὐδήσαντος ἄκουσε,
σύν κεν ἄραξʼ ἡμέων κεφαλὰς καὶ νήια δοῦρα
μαρμάρῳ ὀκριόεντι βαλών· τόσσον γὰρ ἵησιν
9.500ὣς φάσαν, ἀλλʼ οὐ πεῖθον ἐμὸν μεγαλήτορα θυμόν,
ἀλλά μιν ἄψορρον προσέφην κεκοτηότι θυμῷ·

«Κύκλωψ, αἴ κέν τίς σε καταθνητῶν ἀνθρώπων
ὀφθαλμοῦ εἴρηται ἀεικελίην ἀλαωτύν,
φάσθαι Ὀδυσσῆα πτολιπόρθιον ἐξαλαῶσαι,
9.505υἱὸν Λαέρτεω, Ἰθάκῃ ἔνι οἰκίʼ ἔχοντα

ὣς ἐφάμην, δέ μʼ οἰμώξας ἠμείβετο μύθῳ·
« πόποι, μάλα δή με παλαίφατα θέσφαθʼ ἱκάνει.
ἔσκε τις ἐνθάδε μάντις ἀνὴρ ἠύς τε μέγας τε,
Τήλεμος Εὐρυμίδης, ὃς μαντοσύνῃ ἐκέκαστο



Homer, Odyssey (XML Header) [genre: poetry; hexameter] [word count] [lemma count] [Hom. Od.].
<<Hom. Od. 9.465 Hom. Od. 9.490 (English English(2)) >>Hom. Od. 9.520

Powered by PhiloLogic