Hyperides, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Hyp.].
<<Hyp. 1 Hyp. 1 (English) >>Hyp. 1a

1 Ἀπολογία ὑπὲρ Λυκόφρονος

note note καὶ ἰδίᾳ ἕκαστος καὶ κοινῇ, ἔπειτα τῷ νόμῳ καὶ τῷ ὅρκῳ, ὃς κελεύει ὑμᾶς ὁμοίως ἀκούειν τῶν τε κατηγόρων note καὶ τῶν ἀπολογουμένων καὶ note note τῇ κατηγορίᾳ χρῆσθαι, οὕτω καὶ ἐμὲ ἐᾶτε ὃν τρόπον προῄρημαι καὶ ὡς ἂν δύνωμαι ἀπολογεῖσθαι. καὶ μηδεὶς ὑμῶν ἀπαντάτω μοι μεταξὺ λέγοντι, “τί τοῦθʼ ἡμῖν λέγεις;” μηδὲ προστίθετε τῇ κατηγορίᾳ παρʼ ὑμῶν αὐτῶν μηδέν, ἀλλὰ μᾶλλον τῇ ἀπολογίᾳ note note οὐδὲ νόμος συγκατηγορεῖν note μὲν τῷ βουλομένῳ κατὰ τῶν κρινομένων note ἐξουσίαν δίδωσι, συναπολογεῖσθαι δὲ κωλύει. ἵνα δὲ μὴ πρὸ τοῦ πράγματος πολλοὺς λόγους ἀναλώσω, note ἐπʼ αὐτὴν τὴν ἀπολογίαν note πορεύσομαι, τοῖς μὲν θεοῖς εὐξάμενος βοηθῆσαί μοι καὶ σῶσαι ἐκ τοῦ παρόντος ἀγῶνος, ὑμᾶς δέ, ἄνδρες δικασταί, ἐκεῖνο παραιτησάμενος, πρῶτον note note νεωρίων προδοσίαν ἀρχείων ἐμπυρισμὸν κατάληψιν ἄκρας note note Εὔφημος noteπρῶτον noteἐπειδὴ ἐτελεύτησεν ἐκεῖνοςρος Φλυεύς, noteἐξ αὐτοῦ note note ὅτι γυνὴτον καὶ τοατο ἐκεῖνος κυοῦσαν τὴν γυναῖκα ἐξ αὑτοῦ καταλέλοιπεν, οὐ παρὰ τοὺς νόμους γενόμενον. εἰ δʼ ὥςπερ Ἀρίστων ἐν τῇ εἰσαγγελίᾳ γράφει, note οὕτως ὑπέλαβον τὰ περὶ τούτων εἶναι, note οὐκ ἔδει δήπου αὐτοὺς κωλύειν τοὺς ἐγγυτάτω note γένους ἐξάγειν note τὸν Εὔφημον, ἀλλʼ ἐᾶν. νῦν δὲ τοῦτο ποιήσαντες ἔργῳ μεμαρτυρήκασιν αὐτοί, ὡς ψευδής ἐστιν αἰτία κατʼ ἐμοῦ. πρὸς δὲ τούτοις πῶς οὐκ ἄτοπον, εἰ μέν τι ἔπαθεν τὸ παιδίον γιγνόμενον καὶ ὕστερον, ταύταις ταῖς διαθήκαις ἰσχυρίζεσθαι ἂν αὐτούς, ἐν αἷς note note τὸν Εὔφημον ἐκώλυεπαρέχοντα noteμαρτυρίας note Pollux ii. 152οὔτε γὰρ τὴν ἑαυτοῦ χεῖρα δυνατὸν ἀρνήσασθαι. Pollux ix. 137νωθρεύεσθαι note note Ἀρίστωνος δὲ ἀνδράποδα εἶχεν ἐν τοῖς ἔργοις· καὶ ταῦτα αὐτὸς ὑμῖν ἐμαρτύρησεν ἐπὶ τοῦ δικαςτηρίου, ὅτʼ ἦν τούτῳ ἀγὼν πρὸς Ἀρχεστρατίδην. note τοιοῦτο γὰρ ἐστι τὸ Ἀρίστωνος τουτουὶ πρᾶγμα· οὗτος note προσκαλεῖται μὲν περιὼν πάντας ἀνθρώπους, τῶν δʼ ὅσοι μὲν ἂν μὴ διδῶσιν αὐτῷ ἀργύριον, κρίνει καὶ κατηγορεῖ, ὁπόσοι δʼ ἂν ἐθέλωσιν ἀποτίνειν, note ἀφίησιν, τὸ δʼ ἀργύριον Θεομνήστῳ note δίδωσιν· ἐκεῖνος δὲ λαμβάνων ἀνδράποδα ἀγοράζει, καὶ παρέχει ὥσπερ τοῖς λῃσταῖς ἐπισιτισμόν, καὶ δίδωσι τούτῳ ὑπὲρ ἑκάστου τοῦ note ἀνδραπόδου ὀβολὸν τῆς ἡμέρας, ὅπως ἂν ἀθάνατος συκοφάντης. ἄξιον δʼ ἐστίν, ἄνδρες δικασταί, κἀκεῖθεν ἐξετάσαι τὸ πρᾶγμα, ἀφʼ ὧν ἐν τῷ δήμῳ τὸ πρῶτον αὐτοὶ εὐθὺς ᾐτιάσαντο. ἐμοὶ γὰρ <οἱ> note οἰκεῖοι ἀπέστειλαν note γράψαντες τήν τε εἰσαγγελίαν καὶ τὰς αἰτίας ἃς ἐν τῇ ἐκκλησίᾳ ᾐτιάσαντό με, ὅτε τὴν εἰσαγγελίαν ἐδίδοσαν, ἐν αἷς ἦν γεγραμμένον ὅτι Λυκοῦργος λέγει, φάσκων τῶν οἰκείων ἀκηκοέναι, note ὡς ἐγὼ παρακολουθῶν, ὅτε Χάριππος ἐγάμει τὴν γυναῖκα, παρεκελευόμην αὐτῇ ὅπως μὴ πλησιάσει note Χαρίππῳ ἀλλὰ διαφυλάξει αὑτήν. ἐγὼ δὲ καὶ πρὸς τοὺς note ἐπιτηδείους καὶ πρὸς τοὺς οἰκείους note τοὺς ἐμαυτοῦ εὐθὺς note ἥκων ἔλεγον, καὶ νῦν πρὸς ὑμᾶς λέγω, note ὅτι, εἰ ἔστιν ταῦτα ἀληθῆ, ὁμολογῶ καὶ τἆλλα πάντα πεποιηκέναι τὰ ἐν τῇ εἰσαγγελίᾳ γεγραμμένα. note ὅτι δὲ ψευδῆ note ἐστιν, ῥᾴδιον οἶμαι note εἶναι ἅπασιν ἰδεῖν. note τίς γὰρ οὕτως ἐστὶ τῶν ἐν τῇ πόλει ἀλόγιστος, ὅςτις ἂν πιστεύσαι τούτοις τοῖς note λόγοις; ἀνάγκη γάρ, note ἄνδρες δικασταί, πρῶτον μὲν ὀρεωκόμον καὶ προηγητὴν ἀκολουθεῖν τῷ ζεύγει, ἦγεν τὴν γυναῖκα, note ἔπειτα δὲ παῖδας τοὺς προπέμποντας αὐτὴν ἀκολουθεῖν καὶ Διώξιππον· καὶ γὰρ οὗτος ἠκολούθει διὰ τὸ χήραν ἐκδίδοσθαι αὐτήν. εἶτʼ ἐγὼ εἰς τοῦτο ἀπονοίας ἦλθον, ὥστε ἄλλων τε τοσούτων ἀνθρώπων συνακολουθούντων καὶ Διωξίππου καὶ Εὐφραίου τοῦ προσγυμναστοῦ note αὐτοῦ, οἳ τῶν Ἑλλήνων ὁμολογουμένως ἰσχυρότατοί εἰσιν, οὔτʼ ᾐσχυνόμην τοιούτους λόγους λέγων περὶ γυναικὸς ἐλευθέρας πάντων ἀκουόντων, οὔτʼ note ἐδεδίειν μὴ παραχρῆμα ἀπόλωμαι πνιγόμενος; note τίς γὰρ ἂν ἠνέσχετο τοιαῦτα περὶ τῆς note αὑτοῦ ἀδελφῆς ἀκούων οἷά με οὗτοι αἰτιῶνται εἰρηκέναι καὶ note οὐκ ἂν ἀπέκτεινε note τὸν λέγοντα; τὸ δὲ κεφάλαιον note ἁπάντων, note ὡς note καὶ μικρῷ πρότερον note εἶπον, εἰς τοῦτο ἀναισθησίας Χάριππος, ὡς ἔοικεν, ἦλθεν, ὥστε πρότερον μέν, ὥς φασιν, τῆς γυναικὸς προλεγούσης ὅτι συνομωμοκυῖα εἴη πρὸς ἐμέ, πάλιν δὲ ἀκούων ἐμοῦ παρακελευμένου αὐτῇ note ὅπως ἐμμείνειεν note τοῖς ὅρκοις οἷς ὤμοσεν, ἐλάμβανε τὴν note γυναῖκα; καὶ ταῦτα δοκεῖ ἂν ὑμῖν Ὀρέστης note ἐκεῖνος μαινόμενος ποιῆσαι Μαργίτης πάντων ἀβελτερώτατος; ἀλλʼ οἶμαι, ἄνδρες δικασταί, πολλὰ note πλεονεκτοῦσιν ἐν τοῖς ἀγῶσιν οἱ κατήγοροι τῶν φευγόντων· οἱ μὲν γὰρ διὰ τὸ ἀκίνδυνον αὐτοῖς εἶναι τὸν ἀγῶνα ῥᾳδίως τι ἂν βούλωνται λέγουσι καὶ καταψεύδονται, οἱ δὲ κρινόμενοι διὰ τὸν φόβον πολλὰ καὶ τῶν πεπραγμένων αὐτοῖς εἰπεῖν ἐπιλανθάνονται. ἔπειτα οἱ μὲν ἐπειδὰν πρότερον note λόγον λάβωσιν, οὐ μόνον ἔχουσιν αὐτοὶ δίκαια περὶ τοῦ πράγματος λέγουσιν, ἀλλὰ συσκευάσαντες λοιδορίας ψευδεῖς κατὰ τῶν κρινομένων ἐξιστᾶσιν τῆς ἀπολογίας· ὥστε συμβαίνειν αὐτοῖς δυοῖν τὸ ἕτερον, περὶ τῶν ἔξωθεν διαβολῶν note ἀπολογουμένοις note τῆς περὶ τοῦ πράγματος ἀπολογίας ἀπολελεῖφθαι, note μὴ μεμνημένοις note τῶν note προκατηγορηθέντων, οἴησιν note καταλείπειν παρὰ τοῖς δικασταῖς ὅτι ἀληθῆ ἐστιν τὰ εἰρημένα. πρὸς δὲ τούτοις τούς τε μέλλοντας βοηθεῖν τοῖς φεύγουσι note προδιαβάλλουσι καὶ αὐτοῦ τοῦ κρινομένου τὴν ἀπολογίαν διαστρέφουσιν· note οἷον καὶ Ἀρίστων note οὑτοσὶ ἐνεχείρησε note ποιῆσαι note ἐν τῇ κατηγορίᾳ, note ὃς οὐδʼ note ἀπολαύειν note δίδωσι τῶν ἀναβαινόντων ὑπὲρ ἐμοῦ καὶ note συναπολογησομένων. note διὰ τί δʼ οὗτοι μὴ ἀπολογῶνται; note πότερʼ οὐ δίκαιόν note ἐστι note τοῖς κρινομένοις τοὺς οἰκείους καὶ τοὺς φίλους βοηθεῖν; ἔστιν τι τῶν ἐν τῇ πόλει τούτου δημοτικώτερον, τοῦ τοὺς δυναμένους εἰπεῖν τοῖς ἀδυνάτοις τῶν πολιτῶν κινδυνεύουσι βοηθεῖν; σὺ δὲ οὐ μόνον περὶ τῶν συνηγόρων τοὺς λόγους πεποίησαι, ἀλλὰ καὶ τὴν ἀπολογίαν τὴν ἐμὴν διατάττεις· καὶ παραγγέλλεις τοῖς δικασταῖς περὶ ὧν δεῖ αὐτοὺς ἀκούειν <καὶ> note κελεύειν με ἀπολογεῖσθαι, καὶ περὶ ὧν μὴ ἐᾶν λέγειν. καὶ τοῦτο πῶς καλῶς ἔχει, σὲ μὲν ὅπως ἠβούλου τὴν κατηγορίαν ποιήσασθαι, note προειδότα δὲ ἔχω ἐγὼ δίκαια λέγειν πρὸς τὰ παρὰ σοῦ ἐψευσμένα, ὑφαιρεῖσθαί μου τὴν ἀπολογίαν; καὶ ἐμὲ μὲν αἰτιᾷ ἐν τῇ εἰσαγγελίᾳ καταλύειν τὸν δῆμον παραβαίνοντα τοὺς νόμους, αὐτὸς δʼ ὑπερπηδήςας ἅπαντας note τοὺς νόμους note εἰσαγγελίαν δέδωκας ὑπὲρ ὧν γραφαὶ πρὸς τοὺς θεςμοθέτας ἐκ τῶν νόμων εἰσίν, ἵνα πρῶτον μὲν ἀκίνδυνος εἰςίῃς εἰς τὸν ἀγῶνα, ἔπειτα ἐξῇ σοι note τραγῳδίας note γράψαι εἰς τὴν note εἰσαγγελίαν οἵαςπερ note νῦν γέγραφας, ὅς μʼ note αἰτιᾷ ὅτι πολλὰς μὲν note γυναῖκας ποιῶ note ἀγάμους ἔνδον καταγηράσκειν, note πολλὰς δὲ ςυνοικεῖν οἷς note note οὐ προσήκει παρὰ τοὺς νόμους. οὐκοῦν note ἄλλην μὲν οὐδεμίαν τῶν ἐν τῇ πόλει γυναῖκα ἔχεις εἰπεῖν, ᾗτινι ἐγὼ τούτων αἴτιός εἰμι, περὶ ἧς δὲ νῦν τὴν κατηγορίαν πεποίησαι, πότερα ᾤου note προσήκειν συνοικεῖν ἐκδεδομένην Χαρίππῳ, ἑνὶ τῶν πολιτῶν, ἀνέκδοτον ἔνδον καταγηράσκειν, εὐθὺς ἐξεδόθη τάλαντον ἀργυρίου προσθέντος αὐτῇ Εὐφήμου, δηλονότι οὐ διὰ πονηρίαν, ἀλλὰ διʼ ἐπιείκειαν; τούτῳ μὲν οὖν ἔξεστιν, <> note ἄνδρες δικασταί, καὶ λέγειν τι ἂν βούληται καὶ καταψεύδεσθαι, ὑμᾶς δʼ οἶμαι δεῖν οὐκ ἐκ τῶν τοῦ κατηγόρου note διαβολῶν περὶ ἐμοῦ δικάζειν, ἀλλʼ ἐξ ἅπαντος τοῦ βίου ὃν βεβίωκα ἐξετάσαντας. λαθεῖν γὰρ τὸ πλῆθος τὸ ὑμέτερον οὐκ ἔνι οὔτε πονηρὸν ὄντα οὐδένα τῶν ἐν τῇ πόλει οὔτε ἐπιεικῆ, ἀλλʼ παρεληλυθὼς χρόνος μάρτυς ἐστὶν ἑκάστῳ τοῦ τρόπου ἀκριβέστατος, ἄλλως τε δὴ καὶ περὶ τούτων τῶν αἰτιῶν οἵα αὕτη ἐστίν. ὅσα μὲν γὰρ τῶν ἀδικημάτων ἐν ἁπάσῃ τῇ ἡλικίᾳ τῇ note τοῦ ἀνθρώπου ἐνδέχεται note ἀδικῆσαι, ταῦτα μὲν δεῖ σκοπεῖν ἀπʼ αὐτοῦ τοῦ ἐγκλήματος note οὗ ἂν ἔχῃ τις· μοιχεύειν δʼ οὐκ ἐνδέχεται ἀπὸ πεντήκοντα ἐτῶν ἄνθρωπον note ἀλλʼ πάλαι τοιοῦτός note ἐστιν, δειξάτωσαν οὗτοι, note ψευδῆ τὴν αἰτίαν εἰκὸς εἶναι. ἐγὼ τοίνυν, ἄνδρες δικασταί, μεθʼ ὑμῶν διατρίβων ἐν τῇ πόλει τὸν ἅπαντα χρόνον, οὔτε αἰτίαν πονηρὰν οὐδεμίαν πώποτʼ ἔλαβον, οὔτʼ ἔγκλημά μοι πρὸς οὐδένα τῶν πολιτῶν γέγονεν, οὐδὲ πέφευγα δίκην οὐδεμίαν, οὐδʼ ἕτερον δεδίωχα, ἱπποτροφῶν δὲ διατετέλεκα φιλοτίμως τὸν ἅπαντα χρόνον παρὰ δύναμιν καὶ ὑπὲρ τὴν οὐσίαν τὴν ἐμαυτοῦ. ἐστεφάνωμαι δʼ ὑπό τε τῶν ἱππέων πάντων ἀνδραγαθίας ἕνεκα, καὶ ὑπὸ τῶν συναρχόντων. ὑμεῖς γάρ με, ἄνδρες δικασταί, note πρῶτον μὲν φύλαρχον ἐχειροτονήσατε, ἔπειτα εἰς Λῆμνον ἵππαρχον· καὶ ἦρξα μὲν αὐτόθι δύʼ ἔτη τῶν πώποθʼ ἱππαρχηκότων μόνος, προσκατέμεινα δὲ αὐτόθι τὸν τρίτον ἐνιαυτόν, οὐ βουλόμενος πολίτας ἄνδρας ἐπὶ κεφαλὴν εἰσπράττειν τὸν μισθὸν τοῖς ἱππεῦσιν ἀπόρως διακειμένους. καὶ ἐν τούτῳ μοι τῷ χρόνῳ ἔγκλημα μὲν οὐδεὶς τῶν ἐκεῖ ἐνεκάλεσεν οὔτε ἰδίᾳ οὔτε δημοσίᾳ, στεφάνοις δὲ τρισὶν ἐστεφανώθην ὑπὸ τοῦ δήμου τοῦ ἐν Ἡφαιςτίᾳ καὶ ἑτέροις ὑπὸ τοῦ ἐν Μυρίνῃ· χρὴ note τεκμήρια ὑμῖν εἶναι note εἰς τοῦτον τὸν note ἀγῶνα, ὡς ψευδεῖς κατʼ ἐμοῦ <αἱ> note αἰτίαι εἰσίν. οὐ γὰρ οἷόν τε τὸν Ἀθήνησι πονηρὸν ἐν Λήμνῳ χρηστὸν εἶναι, οὐδʼ ὑμεῖς ὡς τοιοῦτον ὄντα με ἀπεστέλλετε ἐκεῖσε, παρακατατιθέμενοι δύο πόλεις τῶν ὑμετέρων αὐτῶν. ὅσα μὲν οὖν ἐγὼ εἶχον, ἄνδρες δικασταί, ὑπὲρ ἐμαυτοῦ εἰπεῖν, σχεδὸν ἀκηκόατε. ἐπειδὴ δὲ κατήγορος οὐκ ἀπείρως ἔχων τοῦ λέγειν, εἰωθὼς δὲ πολλάκις ἀγωνίζεσθαι, ἐκάλει συνηγόρους τοὺς συναπολοῦντάς τινα τῶν πολιτῶν ἀδίκως, δέομαι ὑμῶν καὶ ἐγὼ καὶ ἀντιβολῶ κελεῦσαι κἀμὲ καλέσαι τοὺς συνεροῦντας note ἐμοὶ ὑπὲρ τηλικούτου ἀγῶνος, καὶ ἀκοῦσαι εὐνοικῶς, εἴ τίς μοι ἔχει τῶν οἰκείων τῶν φίλων βοηθῆσαι, πολίτῃ μὲν ὄντι ὑμετέρῳ, ἰδιώτῃ δὲ καὶ οὐκ εἰωθότι λέγειν, ἀγωνιζομένῳ δὲ καὶ κινδυνεύοντι οὐ μόνον περὶ θανάτου, ἐλάχιστον γὰρ τοῦτό ἐστιν τοῖς ὀρθῶς λογιζομένοις, ἀλλʼ ὑπὲρ τοῦ ἐξορισθῆναι καὶ ἀποθανόντα μηδὲ ἐν τῇ πατρίδι ταφῆναι. ἐὰν οὖν κελεύητε, ἄνδρες δικασταί, καλῶ τινα βοηθήσοντα. ἀνάβηθί μοι, Θεόφιλε, καὶ σύνειπε τι ἔχεις· κελεύουσιν οἱ δικασταί.



Hyperides, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Hyp.].
<<Hyp. 1 Hyp. 1 (English) >>Hyp. 1a

Powered by PhiloLogic