Hyperides, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Hyp.].
<<Hyp. 5 Hyp. 6 (English) >>Hyp. 6

6 Ἐπιτάφιος

note τῶν μὲν λόγων τῶν μελλόντων note ῥηθήσεςθαι ἐπὶ τῷδε τῷ τάφῳ περί τε note Λεωσθένους τοῦ στρατηγοῦ καὶ περὶ τῶν ἄλλων τῶν μετʼ ἐκείνου τετελευτηκότων ἐν τῷ πολέμῳ, ὡς ἦσαν ἄνδρες ἀγαθοί, μάρτυς note αὐτὸς χρόνος note ςωι τὰς πράξεις noteς ἀνθρωπν πω καἑώρακε ωρἐν τῷ παντὶ αἰῶνιγεγενηοὔτε ἄνδρας ἀμείνους τῶν τετελευτηκότων οὔτε πράξεις μεγαλοπρεπεστέρας. διὸ καὶ μάλιστα νῦν φοβοῦμαι, note μή μοι συμβῇ τὸν λόγον ἐλάττω φαίνεσθαι τῶν ἔργων τῶν γεγενημένων. πλὴν κατʼ ἐκεῖνό γε πάλιν θαρρῶ ὅτι τὰ ὑπʼ ἐμοῦ <>κλειπόμενα note ὑμεῖς οἱ ἀκούοντες προσθήσετε· οὐ γὰρ <ν> τοῖς τυχοῦσιν οἱ λόγοι ῥηθήσονται, ἀλλʼ ἐν αὐτοῖς τοῖς μάρτυσι τῶν <ἐκ>είνοις note πεπραγμένων. ἄξιον δέ ἐςτιν ἐπαινεῖν <τ>ὴν μὲν πόλιν ἡμῶν <τ>ῆς προαιρέσεως ἕνεκεν, τὸ προελέσθαι ὅμοια καὶ ἔτι σεμνότερα καὶ καλλίω τῶν πρότερον αὐτῇ πεπραγμένων, τοὺς δὲ τετελευτηκότας τῆς ἀνδρείας τῆς ἐν τῷ πολέμῳ, τὸ μὴ καταισχῦναι τὰς τῶν προγόνων ἀρετάς, τὸν δὲ στρατηγὸν Λεωσθένη διὰ ἀμφότερα· τῆς τε γὰρ προαιρέσεως εἰσηγητὴς τῇ πόλει ἐγένετο, καὶ τῆς στρατείας ἡγεμὼν τοῖς πολίταις κατέστη. περὶ μὲν οὖν τῆς πόλεως διεξιέναι τὸ καθʼ ἕκαστον ὧν note πρότερον πᾶσαν τὴν Ἑλλάδα <εὐεργέτηκεν> note οὔτε χρόνος παρὼν ἱκανός, οὔτε καιρὸς ἁρμόττων τῷ μακρολογεῖν, οὔτε ῥᾴδιον ἕνα ὄντα τοσαύτας καὶ τηλικαύτας πράξεις ἐπελθεῖν note καὶ μνημονεῦσαι· ἐπὶ κεφαλαίου δὲ οὐκ ὀκνήσω εἰπεῖν περὶ αὐτῆς. ὥσπερ γὰρ ἥλιος πᾶσαν note τὴν οἰκουμένην ἐπέρχεται, τὰς μὲν note ὥρας διακρίνων εἰς τὸ πρέπον note καὶ καλῶς πάντα καθιστάς, note τοῖς δὲ ςώφροσι καὶ ἐπιεικέσι τῶν ἀνθρώπων ἐπιμελούμενος καὶ γενέσεως καὶ τροφῆς καὶ καρπῶν καὶ τῶν ἄλλων note ἁπάντων τῶν εἰς τὸν βίον χρησίμων, οὕτως καὶ πόλις ἡμῶν διατελεῖ τοὺς μὲν κακοὺς κολάζουσα, τοῖς δὲ δικαίοις βοηθοῦσα, τὸ δὲ ἴσον ἀντὶ τῆς ἀδικίας note ἅπασιν ἀπονέμουσα, note τοῖς δὲ ἰδίοις κινδύνοις καὶ δαπάναις κοινὴν ἄδειαν τοῖς Ἕλλησιν παρασκευάζουσα. περὶ μὲν οὖν τῶν κοινῶν ἔργων τῆς πόλεως note ὥσπερ προεῖπον note φράσαι note <παρ>αλείψω, note περὶ δὲ Λεωσθένους καὶ τῶν ἄλλων τοὺς λόγους ποιήσομαι. νῦν δὲ πόθεν ἄρξωμαι λέγων, note τίνος πρῶτον μνησθῶ; πότερα περὶ τοῦ γένους αὐτῶν ἑκάστου διεξέλθω; ἀλλʼ εὔηθες εἶναι ὑπολαμβάνω· τὸ<ν> μὲν <γὰρ> note ἄλλους τινὰς ἀνθρώπους ἐγκωμιάζοντα, note οἳ πολλαχόθεν εἰς μίαν πόλιν συνεληλυθότες οἰκοῦσι γένος ἴδιον ἕκαστος συνεισενεγκάμενος, τοῦτον note μὲν δεῖ κατʼ ἄνδρα γενεαλογεῖν ἕκαστον· περὶ δὲ Ἀθηναίων ἀνδρῶν τοὺ<ς> λόγου<ς> ποιούμενον, note οἷς κοινὴ γένεσις αὐτόχθοσιν οὖσιν ἀνυπέρβλητον τὴν εὐγένειαν ἔχει, περίεργον ἡγοῦμαι εἶναι ἰδίᾳ τὰ γένη ἐγκωμιάζειν. ἀλλὰ περὶ τῆς παιδείας αὐτῶν ἐπιμνησθῶ, καὶ ὡς ἐν πολλῇ ςωφροσύνῃ παῖδες ὄντες ἐτράφησαν καὶ ἐπαιδεύθησαν note ὅπερ εἰώθασίν τινες ποιεῖν; note ἀλλʼ οἶμαι πάντας εἰδέναι ὅτι τούτου ἕνεκα note τοὺ<ς> παῖδας παιδεύομεν, note ἵνα ἄνδρες ἀγαθοὶ γένωνται note· τοὺς δὲ γεγενημένους ἐν τῷ πολέμῳ ἄνδρας ὑπερβάλλοντας τῇ ἀρετῇ, πρόδηλόν ἐστιν ὅτι παῖδες ὄντες καλῶς ἐπαιδεύθησαν. ἁπλούστατον οὖν ἡγοῦμαι εἶναι τὴν ἐν τῷ πολέμῳ διεξελθεῖν ἀρετήν, καὶ ὡς πολλῶν ἀγαθῶν αἴτιοι γεγένη<ν>ται τῇ πατρίδι καὶ τοῖς ἄλλοις Ἕλλησιν. ἄρξομαι δὲ πρῶτον ἀπὸ τοῦ στρατηγοῦ· καὶ γὰρ δίκαιον. Λεωσθένης γὰρ ὁρῶν τὴν Ἑλλάδα πᾶσαν τεταπεινωμένην καὶ note note ἐπτηχυῖαν, κατεφθαρμένην ὑπὸ τῶν δωροδοκούντων παρὰ Φιλίππου καὶ Ἀλεξάνδρου κατὰ τῶν πατρίδων τῶν αὑτῶν, καὶ τὴν μὲν πόλιν ἡμῶν δεομένην note ἀνδρός, τὴν δʼ Ἑλλάδα πᾶσαν πόλεως, ἥτις προστῆναι δυνήσεται note τῆς ἡγεμονίας, ἐπέδωκεν note ἑαυτὸν μὲν τῇ πατρίδι, τὴν δὲ πόλιν τοῖς Ἕλλησιν εἰς τὴν ἐλευθερίαν· καὶ ξενικὴν μὲν δύναμιν <συ>στησάμενος, τῆς δὲ πολιτικῆς ἡγεμὼν καταστάς, τοὺς πρώτους ἀντιταξαμένους τῇ τῶν Ἑλλήνων ἐλευθερίᾳ Βοιωτοὺς καὶ Μακεδόνας καὶ Εὐβοέας καὶ τοὺς ἄλλους συμμάχους αὐτῶν ἐνίκησε μαχόμενος ἐν τῇ Βοιωτίᾳ. ἐντεῦθεν δʼ ἐλθὼν εἰς Πύλας καὶ καταλαβὼν τὰς παρόδους, note διʼ ὧν καὶ πρότερον ἐπὶ τοὺς Ἕλληνας οἱ βάρβαροι ἐπορεύθησαν, τῆς μὲν ἐπὶ τὴν Ἑλλάδα πορείας Ἀντίπατρον ἐκώλυσεν, αὐτὸν δὲ καταλαβὼν ἐν τοῖς τόποις τούτοις καὶ μάχῃ νικήσας, ἐπολιόρκει κατακλείσας εἰς Λαμίαν. Θετταλοὺς δὲ καὶ Φωκέας καὶ Αἰτωλοὺς καὶ τοὺς ἄλλους ἅπαντας τοὺς ἐν τῷ τόπῳ συμμάχους ἐποιήσατο, καὶ ὧν Φίλιππος καὶ Ἀλέξανδρος ἀκόντων ἡγούμενοι ἐσεμνύνοντο, τούτων Λεωσθένης ἑκόντων τὴν ἡγεμονίαν ἔλαβεν. συνέβη δʼ αὐτῷ τῶν μὲν πραγμάτων ὧν προείλετο κρατῆσαι, note τῆς δὲ εἱμαρμένης οὐκ ἦν περιγενέσθαι. δίκαιον δʼ ἐστὶν μὴ μόνον ὧν ἔπραξεν Λεωσθένην ἀεὶ note χάριν ἔχειν αὐτῷ πρώτῳ, note ἀλλὰ καὶ τῆς ὕστερον γενομένης μάχης μετὰ τὸν ἐκείνου note θάνατον, καὶ τῶν ἄλλων ἀγαθῶν τῶν ἐν τῇ ςτρατείᾳ ταύτῃ συμβάντων τοῖς Ἕλλησιν· ἐπὶ γὰρ τοῖς ὑπὸ Λεωσθένους <τε>θεῖσιν θεμελίοις οἰκοδομοῦσιν οἱ νῦν τὰς ὕστερον πράξεις. καὶ μηδεὶς ὑπολάβῃ με τῶν ἄλλων πολιτῶν μηδένα λόγον ποιεῖσθαι, ἀλλὰ note Λεωσθένη μόν<ον> ἐγκωμιάζειν. note συμβαίνει γὰρ τὸν Λεωσθένους ἔπαινον ἐπὶ ταῖς μάχαις ἐγκώμιον τῶν ἄλλων note πολιτῶν εἶναι· τοῦ μὲν γὰρ βουλεύεσθαι καλῶς στρατηγὸς αἴτιος, τοῦ δὲ νικᾶν μαχομένους οἱ κινδυνεύειν ἐθέλοντες τοῖς σώμαςιν· ὥστε ὅταν ἐπαινῶ τὴν γεγονυῖαν νίκην, ἅμα τῇ Λεωσθένους ἡγεμονίᾳ καὶ τὴν τῶν ἄλλων ἀρετὴν ἐγκωμιάςω. note τίς γὰρ οὐκ ἂν δικαίως ἐπαινοίη τῶν πολιτῶν τοὺς ἐν τῷδε τῷ πολέμῳ τελευτήσαντας, οἳ τὰς ἑαυτῶν ψυχὰς ἔδωκαν ὑπὲρ τῆς τῶν Ἑλλήνων ἐλευθερίας, φανερωτάτην ἀπόδειξιν ταύτην ἡγούμενοι εἶναι τοῦ βούλεσθαι τῇ Ἑλλάδι τὴν ἐλευθερίαν note περιθεῖναι, τὸ μαχομένους note τελευτῆσαι ὑπὲρ αὐτῆς. μέγα δʼ αὐτοῖς συνεβάλετο εἰς τὸ προθύμως ὑπὲρ τῆς Ἑλλάδος note ἀγωνίσασθαι τὸ ἐν τῇ Βοιωτίᾳ τὴν μάχην τὴν προτέραν note γενέσθαι. ἑώρων γὰρ τὴν μὲν πόλιν τῶν Θηβαίων οἰκτρῶς ἠφανισμένην ἐξ ἀνθρώπων, τὴν δὲ ἀκρόπολιν αὐτῆς φρουρουμένην ὑπὸ τῶν Μακεδόνων, τὰ δὲ σώματα τῶν ἐνοικούντων ἐξηνδραποδισμένα, τὴν δὲ χώραν ἄλλους διανεμομένους, ὥστε πρὸ ὀφθαλμῶν ὁρώμενα αὐτοῖς τὰ δεινὰ ἄοκνον παρεῖχε τόλμα<ν> εἰς τὸ κινδυνεύειν προχείρως. ἀλλὰ μὴν τήν γε περὶ Πύλας note καὶ Λαμίαν μάχην γενομένην οὐχ ἧττον αὐτοῖς ἔνδοξον γενέσθαι συμβέβηκεν ἧς ἐν Βοιωτοῖς ἠγωνίσαντο, οὐ μόνον τῷ μαχομένους νικᾶν Ἀντίπατρον καὶ τοὺς ςυμμάχους, ἀλλὰ καὶ τῷ τόπῳ τῷ ἐνταυθοῖ γεγενῆσθαι τὴν μάχην. ἀφικνούμενοι γὰρ οἱ Ἕλληνες ἅπαντες δὶς τοῦ ἐνιαυτοῦ εἰς τὴν Πυλαίαν, θεωροὶ γενήσονται τῶν ἔργων τῶν πεπραγμένων αὐτοῖς· ἅμα γὰρ εἰς τὸν τόπον ἁθροισθήσονται καὶ τῆς τούτων ἀρετῆς μνησθήσονται. οὐδένες γὰρ πώποτε τῶν γεγονότων οὔτε περὶ καλλιόνων οὔτε πρὸς ἰσχυροτέρους οὔτε μετʼ ἐλαττόνων ἠγωνίσαντο, τὴν ἀρετὴν ἰσχὺν καὶ τὴν ἀνδρείαν πλῆθος, ἀλλʼ οὐ τὸν πολὺν ἀριθμὸν τῶν σωμάτων εἶναι κρίνοντες. καὶ τὴν μὲν ἐλευθερίαν εἰς τὸ κοινὸν πᾶσιν κατέθεσαν, τὴν δʼ εὐδοξίαν <τὴν> note ἀπὸ τῶν πράξεων ἴδιον στέφανον τῇ πατρίδι περιέθηκαν. note ἄξιον note τοίνυν συλλογίσασθαι καὶ τί ἂν συμβῆναι νομίζομεν note μὴ κατὰ τρόπον τούτων ἀγωνισαμένων. ἆρʼ οὐκ ἂν ἑνὸς μὲν δεσπότου τὴν οἰκουμένην ὑπήκοον ἅπασαν εἶναι, νόμῳ δὲ τῷ τούτου τρόπῳ ἐξ ἀνάγκης χρῆσθαι τὴν Ἑλλάδα; συνελόντα δʼ εἰπεῖν, τὴν Μακεδόνων ὑπερηφανίαν καὶ μὴ τὴν τοῦ δικαίου δύναμιν ἰσχύειν παρʼ ἑκάστοις, ὥστε μήτε γυναικῶν μήτε παρθένων μήτε παίδων ὕβρειςἀνεκλείπτους note ἑκάστοις καθεστάναι. φανερὸν δʼ ἐξ ὧν ἀναγκαζόμεθα καὶ νῦν ἔτι note· θυσίας μὲν ἀνθρώποις γιγνομένας note ἐφορᾶν, ἀγάλματα δὲ καὶ βωμοὺς καὶ ναοὺς τοῖς μὲν θεοῖς ἀμελῶς, τοῖς δὲ ἀνθρώποις ἐπιμελῶς συντελούμενα, καὶ τοὺς <τού>των note οἰκέτας ὥσπερ ἥρωας τιμᾶν ἡμᾶς ἀναγκαζομένους. ὅπου δὲ τὰ πρὸς <τοὺς> note θεοὺς ὅσια διὰ τὴν Μακεδόνων τόλμαν ἀνῄρηται, τί τὰ πρὸς τοὺς ἀνθρώπους note χρὴ νομίζειν; ἆρʼ οὐκ ἂν παντελῶς καταλελύσθαι; ὥστε ὅσῳ δεινότερα τὰ προ<σ>δοκώμενʼ ἂν γενέσθαι κρίνομεν, note τοσούτῳ μειζόνων ἐπαίνων τοὺς τετελευτηκότας ἀξίους χρὴ νομίζειν. οὐδεμία γὰρ στρατεία τὴν <τῶν> note στρατευομένων ἀρετὴν ἐνεφάνισεν μᾶλλον τῆς νῦν γεγενημένης, ἐν γε παρατάττεσθαι μὲν ὁσημέραι ἀναγκαῖον <ν>, πλείους δὲ μάχας ἠγωνίσθαι διὰ μιᾶς στρατείας τοὺς note ἄλλους πάντας πληγὰς note λαμβάνειν ἐν τῷ παρεληλυθότι χρόνῳ, χειμώνων δʼ ὑπερβολὰς καὶ τῶν καθʼ ἡμέραν ἀναγκαίων ἐνδείας τοςαύτας καὶ τηλικαύτας οὕτως ἐγκρατῶς ὑπομεμ<ε>νηκέναι, ὥςτε καὶ τῷ λόγῳ χαλεπὸν εἶναι φράσαι. τὸν δὴ τοιαύτας καρτερίας ἀόκνως ὑπομεῖναι τοὺ<ς> πολίτας προτρεψάμενον Λεωσθένη, καὶ τοὺς τῷ τοιούτῳ στρατηγῷ προθύμως συναγωνιστὰς σφᾶς αὐτοὺς παρασχόντας, ἆρʼ οὐ διὰ τὴν τῆς ἀρετῆς ἀπόδειξιν εὐτυχεῖς μᾶλλον διὰ τὴν τοῦ ζῆν ἀπόλειψιν ἀτυχεῖς νομιστέον; οἵτινες θνητοῦ σώματος ἀθάνατον δόξαν ἐκτήσαντο, καὶ διὰ τὴν ἰδίαν ἀρετὴν τὴν κοινὴν ἐλευθερίαν τοῖς Ἕλλησιν ἐβεβαίωσαν. φέρει γὰρ πᾶσαν εὐδαιμονίαν noteἄνευ τῆς αὐτονομίας. ο<> γὰρ ἀνδρὸς ἀπειλήν, ἀλλὰ νόμου φωνὴν κυριεύειν δεῖ τῶν εὐδαιμόνων, οὐδʼ αἰτίαν φοβερὰν εἶναι τοῖς ἐλευθέροις, ἀλλʼ ἔλεγχον, οὐδʼ ἐπὶ τοῖς κολακεύουσιν τοὺς δυνάστας καὶ διαβάλλουσιν τοὺ<ς> πολίτας τὸ τῶν πολιτῶν ἀσφαλές, ἀλλʼ ἐπὶ τῇ τῶν νόμων πίστει γενέσθαι. ὑπὲρ ὧν ἁπάντων οὗτοι πόνους πόνων διαδόχους ποιούμενοι, καὶ τοῖς καθʼ ἡμέραν κινδύνοις τοὺ<ς> εἰς τὴν ἅπαντα χρόνον φόβους τῶν πολιτῶν καὶ τῶν Ἑλλήνων παραιρούμενοι, τὸ ζῆν ἀνήλωσαν εἰς τὸ τοὺς ἄλλους καλῶς ζῆν. διὰ τούτους πατέρες ἔνδοξοι, μητέρες περίβλε<π>τοι τοῖς πολίταις γεγόνασι, ἀδελφαὶ γάμων τῶν προσηκόντων ἐννόμως τετυχήκασι καὶ τεύξονται, παῖδες ἐφόδιον εἰς τὴν πρὸς τὸν δῆμον εὔνοιαν note τὴν τῶν οὐκ ἀπολωλότων note ἀρετήν, οὐ γὰρ θεμιτὸν τούτου τοῦ ὀνόματος τυχεῖν τοὺς οὕτως ὑπὲρ καλῶν τὸ<ν> βίον ἐκλιπόντας, ἀλλὰ τῶν τὸ ζῆν <ε>ἰς αἰώνιον τάξιν μετηλλαχότων ἕξουσιν. εἰ γὰρ τοῖς note ἄλλοις ὢν ἀνιαρότατος note θάνατος τούτοις ἀρχηγὸς μεγάλων ἀγαθῶν γέγονε, πῶς τούτους ο<>κ εὐτυχεῖς κρίνειν δίκαιον, πῶς ἐκλελοιπέναι τὸν βίον, ἀλλʼ οὐκ ἐξ ἀρχῆς γεγονέναι καλλίω γένεσιν τῆς πρώτης ὑπαρξάσης; τότε μὲν γὰρ παῖδες ὄντες ἄφρονες ἦσαν, νῦν δʼ ἄνδρες ἀγαθοὶ γεγόνασιν. καὶ τότε μὲν <ἐν> πολλῷ note χρόνῳ καὶ διὰ πολλῶν κινδύνων τὴν ἀρετὴν ἀπέδειξαν· νῦν δʼ ἀπὸ ταύτης ἀρξα<μένους ὑπάρχει> note γνωρίμους πᾶσι καὶ μνημονευτοὺς διὰ ἀνδραγαθίαν γεγονέναι. τίς <γὰρ> note κα<ι>ρὸς ἐν τῆς τούτων ἀρετῆς οὐ μνημονεύσομεν; τίς τόπος ἐν ζήλου καὶ τῶν ἐντιμοτάτων ἐπαίνων τυγχάνοντας οὐκ ὀψόμεθα; πότερον οὐκ ἐν τοῖς τῆς πόλεως ἀγαθοῖς; ἀλλὰ τὰ διὰ τούτους γεγονότα τίνας ἄλλους τούτους ἐπαινεῖσθαι καὶ μνήμης τυγχάνειν ποιήσει; ἀλλʼ οὐκ ἐν ταῖς ἰδίαις εὐπραξίαις; ἀλλʼ ἐν τῇ τούτων ἀρετῇ βεβαίως αὐτῶν ἀπολαύσομεν. παρὰ ποίᾳ δὲ τῶν ἡλικιῶν οὐ μακαριστοὶ note γενήσονται; πότερον οὐ παρὰ note τοῖς πρεσβυτέροις, note οἳ ἄφοβον ἄξειν τὸν λοιπὸν βίον καὶ ἐν τῷ ἀσφαλεῖ γεγενῆςθαι νομίζουσι note διὰ τούτους; ἀλλʼ οὐ παρὰ τοῖς ἡλικιώταις;τελευτὴ φκαλῶς παρὰ ποαι γεγονἀλλʼ οὐ παρὰ τοῖς νεωτέροις καὶ παισίν; ἔπειτα οὐ τὸν θάνατον ζηλώσουσιν αὐτῶν, καὶ αὐτοὶ σπουδάσουσιν μιμεῖσθαι ὡς παράδειγμα τὸν τούτων βίον, ἀνθʼ οὗ τὴν ἀρετὴν καταλελοίπασι; οὐκοῦν ἄξιον εὐδαιμονίζειν αὐτοὺς ἐπὶ τοσαύτῃ τιμῇ; τίνεςφοι λειἙλληντῶν πεπαρὰ ποτῆς Φρυγῶν κρατησάσης στρατείας ἐγκωμιασθήσεται; δὲ τῆς ἐλτάτοις εἅπασιν καὶ λόγοις καὶ ᾠδαῖς note ἐπαιν ἀμφότερα γὰρ επερὶ Λεωςθένους καὶ τῶν τελευτησάντων ἐν τῷ πολέμῳ. note εἰ μὲν γὰρ ἡδονῆς ἕνεκεν μνημονεύουσιν τὰς τοιαύτας καρτερίας, τί γένοιτʼ ἂν τοῖς Ἕλλησιν ἥδιον ἔπαινος τῶν τὴν ἐλευθερίαν παρασκευασάντων ἀπὸ τῶν Μακεδόνων; note εἰ δὲ ὠφελείας ἕνεκεν note τοιαύτη μνήμη note note γίγνεται, τίς ἂν λόγος ὠφελήσειεν μᾶλλον τὰς τῶν ἀκουσόντων note ψυχὰς τοῦ τὴν ἀρετὴν ἐγκωμιάσοντος note καὶ τοὺς ἀγαθοὺς ἄνδρας; ἀλλὰ μὴν ὅτι παρʼ ἡμῖν καὶ τοῖς λοιποῖς note πᾶσιν εὐδοκιμεῖν αὐτοὺς ἀναγκαῖον, ἐκ τούτων φανερόν ἐστιν· ἐν ᾍδου δὲ λογίσασθαι ἄξιον, τίνες οἱ τὸν ἡγεμόνα δεξιωσόμενοι τὸν τούτων. ἆρʼ οὐκ ἂν οἰόμεθα ὁρᾶν Λεωσθένη δεξιουμένους καὶ θαυμάζοντας τῶν ἡμιθέων καλουμένων note τοὺς ἐπὶ Τροίαν στρατεύσαντας, note ὧν οὗτος ἀδελφὰς πράξεις ἐνστησάμενος τοσοῦτον διήνεγκε, ὥστε οἱ μὲν μετὰ πάσης τῆς Ἑλλάδος μίαν πόλιν εἷλον, δὲ μετὰ τῆς ἑαυτοῦ πατρίδος μόνης πᾶσαν τὴν τῆς Εὐρώπης καὶ τῆς Ἀσίας ἄρχουσαν δύναμιν ἐταπείνωσεν. κἀκεῖνοι μὲν ἕνεκα μιᾶς γυναικὸς ὑβρισθείσης ἤμυναν, δὲ πασῶν τῶν Ἑλληνίδων τὰς ἐπιφερομένας ὕβρεις ἐκώλυσεν, μετὰ τῶν συνθαπτομένων νῦν αὐτῷ ἀνδρῶν. note τῶν <δὲ> note μετʼ ἐκείνους μὲν γεγενημένων, ἄξια δὲ τῆς ἐκείνων ἀρετῆς διαπεπραγμένων, λέγω δὴ τοὺς περὶ Μιλτιάδην καὶ Θεμιστοκλέα καὶ τοὺς ἄλλους, οἳ τὴν Ἑλλάδα note ἐλευθερώσαντες ἔντιμον μὲν τὴν πατρίδα κατέστησαν, ἔνδοξον <δὲ> note τὸν αὑτῶν βίον ἐποίησαν, ὧν οὗτος τοσοῦτον ὑπερέσχεν ἀνδρείᾳ καὶ φρονήσει, ὅσον οἱ μὲν ἐπελθοῦσαν τὴ<ν> τῶν βαρβάρων δύναμιν ἠμύναντο, δὲ μηδʼ ἐπελθεῖν ἐποίησεν. κἀκεῖνοι μὲν ἐν τῇ οἰκ<ε>ίᾳ τοὺς ἐχθ<ρ>οὺς ἐπεῖδον ἀγωνιζομένους, οὗτος δὲ ἐν τῇ τῶν ἐχθρῶν περιεγένετο τῶν ἀντιπάλων. οἶμαι δὲ καὶ <τοὺς> note τὴν πρὸς ἀλλήλους φιλίαν τῷ δήμῳ βεβαιότατα ἐνδειξαμένους, λέγω δὲ Ἁρμόδιον καὶ Ἀριστογείτονα, οὐθένας οὕτως αὑτοῖς οἰκειοτέρους ὑμῖν εἶναι νομίζειν ὡς note Λεωσθέ<ν>η καὶ τοὺς ἐκείνῳ συναγωνισαμένους, οὐδʼ ἔστιν οἷς ἂν μᾶλλον τούτοις πλησιάσειαν ἐν ᾍδου. εἰκότως· οὐκ ἐλάττω γὰρ ἐκείνων ἔργα διεπράξαντο, ἀλλʼ εἰ δέον εἰπεῖν, καὶ μείζω. οἱ μὲν γὰρ τοὺς τῆς πατρίδος τυράννους κατέλυσαν, οὗτοι δὲ τοὺς τῆς Ἑλλάδος ἁπάσης. καλῆς μὲν καὶ παραδόξου τόλμης τῆς πραχθείσης ὑπὸ τῶνδε τῶν ἀνδρῶν, ἐνδόξου δὲ καὶ μεγαλοπρεποῦς προαιρέσεως ἧς προείλοντο, ὑπερβαλλούσης δὲ ἀρετῆς καὶ ἀνδραγαθίας τῆς ἐν τοῖς κινδύνοις, ἣν οὗτοι παρασχόμενοι εἰς τὴν κοινὴν ἐλευθερίαν τῶν Ἑλλήνων χαλεπὸν note μὲν ἴσως ἐστὶ τοὺς ἐν τοῖς τοιούτοις ὄντας πάθεσι παραμυθεῖσθαι. τὰ γὰρ πένθη οὔτε λόγῳ οὔτε νόμῳ κοιμίζεται, ἀλλʼ φύσις ἑκάστου καὶ φιλία πρὸς τὸν τελευτήσαντα <τὸν> note ὁρισμὸν ἔχει τοῦ λυπεῖσθαι. ὅμως δὲ χρὴ θαρρεῖν καὶ τῆς λύπης παραιρεῖν note εἰς τὸ ἐνδεχόμενον, καὶ μεμνῆσθαι μὴ μόνον τοῦ θανάτου τῶν τετελευτηκότων, ἀλλὰ καὶ τῆς ἀρετῆς ἧς καταλελοίπασιν. εἰ note γὰρ θρήνων ἄξια πεπόνθασιν, ἀλλʼ ἐπαίνων μεγάλων πεποιήκασιν. εἰ δὲ γήρως θνητοῦ μὴ μετέσχον, ἀλλʼ εὐδοξίαν ἀγήρατον εἰλήφασιν, εὐδαίμονές τε γεγόνασι κατὰ πάντα. ὅσοι μὲν γὰρ αὐτῶν ἄπαιδες τετελευτήκασιν, οἱ παρὰ τῶν Ἑλλήνων ἔπαινοι παῖδες αὐτῶν ἀθάνατοι ἔσονται. ὅσοι δὲ παῖδας καταλελοίπασιν, τῆς πατρίδος εὔνοια ἐπίτροπος αὐτοῖς τῶν παίδων καταστήσεται. πρὸς δὲ τούτοις, εἰ μέν ἐστι τὸ ἀποθανεῖν ὅμοιον τῷ μὴ γενέσθαι, ἀπηλλαγμένοι εἰσὶ νόσων καὶ λύπης καὶ τῶν ἄλλων τῶν προσπιπτόντων εἰς τὸν ἀνθρώπινον βίον· εἰ δʼ ἔστιν αἴσθησις ἐν ᾍδου καὶ ἐπιμέλεια παρὰ τοῦ δαιμονίου, ὥσπερ ὑπολαμβάνομεν, εἰκὸς note τοὺς ταῖς τιμαῖς τῶν θεῶν καταλυομέναις βοηθήσαντας πλείστης κηδεμονίας note ὑπὸ τοῦ δαιμονίου τυγχάνειν



Hyperides, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Hyp.].
<<Hyp. 5 Hyp. 6 (English) >>Hyp. 6

Powered by PhiloLogic