Isaeus, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Isae.].
<<Isae. 8 Isae. 9 (English) >>Isae. 10

9 Περὶ τοῦ Ἀστυφίλου κλήρου

9.hypothesisἈστύφιλος καὶ λέγων τὸν λόγον ἀδελφοὶ ὁμομήτριοι· τελευτήσαντος δὲ τοῦ Ἀστυφίλου διαθήκας προήνεγκε Κλέων τις, ἀνεψιὸς ὢν αὐτοῦ, φάσκων αὐτὰς γενέσθαι εἰς τὸν υἱὸν ἑαυτοῦ. δὲ ἀδελφὸς τοῦ Ἀστυφίλου κατηγορεῖ τῶν διαθηκῶν ὡς πλαστῶν. στάσις στοχασμός.

9.1ἀδελφός μοι ἦν ὁμομήτριος, ἄνδρες, Ἀστύφιλος, οὗ ἐστιν κλῆρος· ἀποδημήσας οὖν μετὰ τῶν εἰς Μυτιλήνην στρατιωτῶν ἐτελεύτησε. πειράσομαι δʼ ὑμῖν ἐπιδεῖξαι ὅπερ ἀντώμοσα, ὡς οὔτε ἐποιήσατο ἐκεῖνος ὑὸν ἑαυτῷ, οὔτʼ ἔδωκε τὰ ἑαυτοῦ, οὔτε διαθήκας κατέλιπεν, οὔτε προσήκει ἔχειν τὰ Ἀστυφίλου οὐδενὶ ἄλλῳ ἐμοί. 9.2ἔστι γὰρ Κλέων οὑτοσὶ ἀνεψιὸς Ἀστυφίλῳ πρὸς πατρός, δὲ ὑὸς τούτου, ὃν εἰσποιεῖ ἐκείνῳ, ἀνεψιαδοῦς. εἰσποίητος δʼ ἦν πατὴρ Κλέωνος εἰς ἄλλον οἶκον, καὶ οὗτοι ἔτι εἰσὶν ἐν ἐκείνῳ τῷ οἴκῳ, ὥστε γένει μὲν διὰ τὸν νόμον οὐδὲν προσήκουσιν Ἀστυφίλῳ. ἐπειδὴ δὲ κατὰ ταῦτα οὐκ ἦν ἀμφισβήτησις, διαθήκας, ἄνδρες, ψευδεῖς (ὡς ἐγὼ οἶμαι ἐπιδείξειν) κατεσκεύασαν καὶ ζητοῦσιν ἀποστερῆσαί με τῶν τἀδελφοῦ· note 9.3καὶ οὕτω σφόδρα Κλέων οὑτοσὶ καὶ πρότερον καὶ νῦν οὐδένα ἄλλον τὸν κλῆρον ἡγεῖται ἕξειν αὑτόν, ὥστʼ ἐπειδὴ τάχιστα ἠγγέλθη Ἀστύφιλος τετελευτηκώς, τοῦ μὲν πατρὸς τοῦ ἐμοῦ ἀσθενοῦντος, ἐμοῦ δὲ οὐκ ἐπιδημοῦντος ἀλλὰ στρατευομένου, εἰς τὸ χωρίον ἐνεβάτευσε, καὶ εἴ τι ἄλλο ἐκεῖνος κατέλιπεν, ἅπαντα ἔφη τοῦ ὑοῦ τοῦ ἑαυτοῦ εἶναι, πρίν τι ὑμᾶς ψηφίσασθαι. 9.4ἐπεὶ δʼ ἐκομίσθη τὰ ὀστᾶ τοῦ ἀδελφοῦ, μὲν προσποιούμενος πάλαι ὑὸς εἰσπεποιῆσθαι οὐ προὔθετο οὐδʼ ἔθαψεν, οἱ δὲ φίλοι Ἀστυφίλου καὶ οἱ συστρατιῶται, ὁρῶντες τὸν πατέρα τὸν ἐμὸν ἀρρωστοῦντα, ἐμὲ δὲ οὐκ ἐπιδημοῦντα, αὐτοὶ καὶ προὔθεντο καὶ τἆλλα πάντα τὰ νομιζόμενα ἐποίησαν καὶ τὸν ἐμὸν πατέρα ἀσθενοῦντα ἐπὶ τὸ μνῆμα ἤγαγον, εὖ εἰδότες ὅτι ἀσπάζοιτο αὐτὸν Ἀστύφιλος. τούτου δʼ ὑμῖν αὐτοὺς τοὺς ἐπιτηδείους τοὺς ἐκείνου μάρτυρας παρέξομαι τῶν παρόντων.Μάρτυρες

9.5ὅτι μὲν οὐκ ἔθαψε Κλέων Ἀστύφιλον, οὐδʼ <ἂν> note αὐτὸς ἔξαρνος γένοιτο μεμαρτύρηταί τε ὑμῖν· ἐπειδὴ δʼ ἐπεδήμησα ἐγὼ καὶ ᾐσθόμην καρπουμένους τούτους τὰ ἐκείνου, δὲ ὑὸς αὐτοῦ ποιηθείη ὑπὸ Ἀστυφίλου, καὶ τούτων διαθήκας καταλίποι παρὰ Ἱεροκλεῖ Ἰφιστιάδῃ. ἀκούσας δʼ ἐγὼ λέγοντος αὐτοῦ ταῦτα ἐπορευόμην παρὰ τὸν Ἱεροκλέα, εὖ μὲν εἰδὼς ὅτι ὡς οἷόν τε μάλιστα ἐπιτήδειος εἴη Κλέωνι, 9.6οὐχ ἡγούμενος δʼ ἂν αὐτὸν τολμῆσαί τι ψεύσασθαι κατὰ Ἀστυφίλου τετελευτηκότος, καὶ ταῦτα θεῖον ὄντα καὶ ἐμοῦ καὶ ἐκείνου. ὅμως δέ, ἄνδρες, οὐδὲν τούτων ὑπολογισάμενος Ἱεροκλῆς ἐρωτώμενος ὑπʼ ἐμοῦ ἀπεκρίνατό μοι ὅτι ἔχοι τὰς διαθήκας· λαβεῖν δὲ ἔφη αὐτὰς παρὰ Ἀστυφίλου, ὅτε εἰς Μυτιλήνην ἔμελλεν ἐκεῖνος ἐκπλεῖν. ὡς δὲ ταῦτʼ ἔλεγεν, ἀνάγνωθί μοι ταύτην τὴν μαρτυρίαν ὅτι Ἱεροκλῆς ἀπεκρίνατο.Μαρτυρία

9.7ἐπειδὴ τοίνυν, ἄνδρες, οὔτε παραγενόμενος οὐδεὶς ἔτυχε τῶν οἰκείων ὅτε ἀδελφὸς ἐτελεύτησεν, οὔτε ἐγὼ ἐπεδήμουν ὅτε τὰ ὀστᾶ αὐτοῦ δεῦρο ἐκομίσθη, ἀναγκαῖόν μοί ἐστιν ἐξ αὐτῶν ὧν οὗτοι λέγουσιν ἐλέγχειν ψευδεῖς οὔσας τὰς διαθήκας ἃς ἐποιήσαντο. εἰκὸς γὰρ ἐκεῖνον οὐ μόνον ἐπιθυμεῖν ὑὸν ποιησάμενον καταλιπεῖν, ἀλλὰ καὶ σκοπεῖσθαι ὅπως κυριώτατα ἔσται ἂν διαθῆται, καὶ τήν τε οὐσίαν, ὃν ἂν ἐκεῖνος εἰσποιήσηται, οὗτος ἕξει, καὶ ἐπὶ τοὺς βωμοὺς τοὺς πατρῴους οὗτος βαδιεῖται, καὶ τελευτήσαντι αὐτῷ καὶ τοῖς ἐκείνου προγόνοις τὰ νομιζόμενα ποιήσει· 9.8ἅπαντα δὲ ταῦτα μάλιστʼ ἂν εἰδέναι ὅτι γένοιτο, note εἰ μὴ ἄνευ τῶν οἰκείων τῶν ἑαυτοῦ τὰς διαθήκας ποιοῖτο, ἀλλὰ πρῶτον μὲν συγγενεῖς παρακαλέσας, ἔπειτα δὲ φράτορας καὶ δημότας, ἔπειτα τῶν ἄλλων ἐπιτηδείων ὅσους δύναιτο πλείστους· οὕτω γὰρ εἴτε κατὰ γένος εἴτε κατὰ δόσιν ἀμφισβητοίη τις, ῥᾳδίως ἂν ἐλέγχοιτο ψευδόμενος. 9.9 τοίνυν Ἀστύφιλος οὐδὲν φαίνεται τοιοῦτον ποιήσας, οὐδὲ παραστησάμενος οὐδένα τούτων ὅτε διέθετο οὗτοί φασιν, εἰ μή τις ἄρα ὑπὸ τούτων πέπεισται ὁμολογεῖν παρεῖναι. αὐτὸς δʼ ὑμῖν πάντας τούτους μαρτυροῦντας παρέξομαι.Μάρτυρες

9.10ἴσως τοίνυν Κλέων οὑτοσὶ φήσει note οὐκ εἰκὸς εἶναι τεκμηρίοις ὑμᾶς χρήσασθαι τούτοις τοῖς μάρτυσιν, ὅτι μαρτυροῦσι μὴ εἰδέναι Ἀστύφιλον ταῦτα διατιθέμενον. ἐγὼ δʼ οἶμαι, περί γε διαθηκῶν οὔσης τῆς ἀμφισβητήσεως καὶ περὶ τοῦ ποιηθῆναί τινα ὑὸν Ἀστυφίλῳ, ἡμῖν πολὺ βεβαιοτέραν εἶναι μαρτυρίαν ἣν οἱ ἀναγκαῖοι <οἱ> note ἐκείνου περὶ τῶν μεγίστων μή φασι παραγενέσθαι, μᾶλλον ἣν οἱ μηδὲν προσήκοντες μαρτυροῦσι παρεῖναι. 9.11καὶ ἐχρῆν δʼ, ἄνδρες, καὶ αὐτὸν Κλέωνα, μὴ δοκοῦντα εἶναι ἠλίθιον, ὅτε τὸν ὑὸν τὸν τούτου ἐποιεῖτο Ἀστύφιλος καὶ τὰς διαθήκας κατέλειπε, παρακαλέσαι εἴ τέ note τινα συγγενῆ ἐπιδημοῦντα ἐγίγνωσκε, καὶ τοὺς ἄλλους, ὅτῳ περ ἔμβραχυ note ᾔδει Ἀστύφιλον χρώμενον. κωλῦσαι μὲν γὰρ οὐδεὶς ἂν αὐτὸν ἐδύνατο, ὅτῳ ἐβούλετο, δοῦναι τὰ ἑαυτοῦ· τούτῳ δʼ ἂν μεγάλη μαρτυρία ἦν, ὅτι οὐ λάθρᾳ ταῦτα διέθετο. 9.12ἔτι δʼ, ἄνδρες, εἰ μὲν Ἀστύφιλος μηδένα ἐβούλετο εἰδέναι ὅτι τὸν Κλέωνος ὑὸν ἐποιεῖτο μηδʼ ὅτι διαθήκας καταλίποι, εἰκὸς ἦν μηδὲ ἄλλον μηδένα ἐγγεγράφθαι ἐν τῷ γραμματείῳ μάρτυρα· εἰ δʼ ἐναντίον μαρτύρων φαίνεται διαθέμενος, τούτων δὲ μὴ τῶν μάλιστα χρωμένων ἀλλὰ τῶν ἐντυχόντων, πῶς εἰκός ἐστιν ἀληθεῖς εἶναι τὰς διαθήκας; 9.13οὐ γὰρ <ἂν> note ἡγοῦμαι ἔγωγε οὐδένα, ὑὸν ἑαυτῷ ποιούμενον, τολμῆσαι ἄλλους τινὰς παρακαλέσαι τούτους, οἷς note περ καὶ ἱερῶν καὶ ὁσίων κοινωνὸν note ἀνθʼ αὑτοῦ εἰς τὸν ἔπειτα χρόνον ἔμελλε καταλιπεῖν. ἀλλὰ μὴν οὐδʼ αἰσχυνθῆναι οὐδενὶ προσήκει ἐπὶ τοιαύταις διαθήκαις ὡς πλείστους μάρτυρας παρίστασθαι, νόμου γε ὄντος ἐξεῖναι ὅτῳ βούλοιτο δοῦναι τὰ ἑαυτοῦ.

9.14σκέψασθε δέ, ἄνδρες, καὶ ἐκ τοῦ χρόνου ὃν οὗτοι λέγουσι περὶ τῶν διαθηκῶν. ὅτε γὰρ εἰς Μυτιλήνην ἐξέπλει στρατευόμενος, τότε φασὶν αὐτὸν ταῦτα διαθέσθαι· φαίνεται δὲ Ἀστύφιλος τῷ τούτων λόγῳ τὰ μέλλοντα ἅπαντα ἔσεσθαι προειδώς. πρῶτον μὲν γὰρ ἐστρατεύσατο εἰς Κόρινθον, ἔπειτα εἰς Θετταλίαν, ἔτι δὲ τὸν Θηβαικὸν πόλεμον ἅπαντα, καὶ ἄλλοσε ὅπου περ αἰσθάνοιτο στράτευμα συλλεγόμενον, ἁπανταχοῖ note ἀπεδήμει λοχαγῶν· καὶ οὐδʼ ἐν μιᾷ τούτων τῶν ἐξόδων διαθήκας κατέλιπεν. δὲ εἰς τὴν Μυτιλήνην στρατεία τελευταία αὐτῷ ἐγένετο, ἐν καὶ ἀπέθανε. 9.15τῷ οὖν ἂν ὑμῶν φανείη πιστόν, πρότερον ἄλλας στρατείας τοῦ Ἀστυφίλου στρατευομένου καὶ εὖ εἰδότος ὅτι ἐν ἁπάσαις μέλλοι κινδυνεύειν, οὕτως ἀκριβῶς τὰ παρὰ τῆς τύχης συμβῆναι, ὥστʼ ἐν μὲν τῷ πρόσθεν χρόνῳ μηδὲ περὶ ἑνὸς αὐτὸν τῶν αὑτοῦ διαθέσθαι, ὅτε δὲ τὸ τελευταῖον ἔμελλε στρατεύεσθαι, ἐθελοντήν τε ἐκπλέοντα note καὶ μάλιστα ἐκ ταύτης τῆς στρατείας ἐλπίζοντα σωθήσεσθαι (πῶς τοῦτον πιστὸν ἤδη note ;) τὰς διαθήκας τότε καταλιπεῖν καὶ ἐκπλεύσαντα τελευτῆσαι;

9.16χωρὶς δὲ τούτων, ἄνδρες δικασταί, ἔτι μείζω τεκμήρια παρέξομαι ὡς οὐδὲν ἀληθὲς λέγουσιν οὗτοι. ἐπιδείξω γὰρ ὑμῖν ἔχθιστον ἁπάντων ὄντα Ἀστύφιλον Κλέωνι, καὶ οὕτω σφόδρα καὶ δικαίως μισοῦντα τοῦτον, ὥστε πολὺ ἂν note θᾶττον διαθέμενον μηδένα ποτὲ τῶν ἑαυτοῦ οἰκείων διαλεχθῆναι Κλέωνι, μᾶλλον τὸν τούτου ὑὸν ποιησάμενον. note 9.17Εὐθυκράτει γάρ, ἄνδρες, τῷ πατρὶ τῷ Ἀστυφίλου αἴτιος γενέσθαι λέγεται τοῦ θανάτου Θούδιππος Κλέωνος τουτουὶ note πατήρ, αἰκισάμενος ἐκεῖνον διαφορᾶς τινος αὐτοῖς γενομένης ἐν τῇ νεμήσει τοῦ χωρίου, καὶ οὕτως αὐτὸν διατεθῆναι, ὥστε ἐκ τῶν πληγῶν αὐτὸν ἀσθενήσαντα οὐ πολλαῖς ἡμέραις ὕστερον ἀποθανεῖν. 9.18ὡς δὲ ταῦτʼ ἐστὶν ἀληθῆ, ἴσως μὲν καὶ Ἀραφηνίων note καὶ πολλοὶ τῶν τότε συγγεωργούντων μαρτυρήσειαν note ἄν μοι, διαρρήδην δὲ περὶ τηλικούτου πράγματος οὐκ ἂν ἔχοιμι ὅπως ὑμῖν παρασχοίμην. καὶ γὰρ αὐτὸν τυπτόμενον ἰδὼν Ἱεροκλῆς, τὸ γραμματεῖον φάσκων παρʼ ἑαυτῷ τεθῆναι, οἶδʼ ὅτι οὐκ ἂν ἐθελήσειε note μαρτυρῆσαι ἐναντία ταῖς διαθήκαις αἷς αὐτὸς ἀποφαίνει. ὅμως μέντοι καὶ κάλει Ἱεροκλέα, ἵνα ἐναντίον τούτων μαρτυρήσῃ ἐξομόσηται.Ἐξωμοσία
note

9.19ἀκριβῶς μὲν ᾔδειν· τοῦ γὰρ αὐτοῦ ἀνδρός ἐστιν, μὲν οἶδεν, ἐξόμνυσθαι, τῶν δὲ μὴ γενομένων πίστιν ἐθέλειν ἐπιθεῖναι μὴν εἰδέναι γενόμενα· ὡς δέ, ὅτε ἀπέθνῃσκεν Εὐθυκράτης πατὴρ Ἀστυφίλου, ἐπέσκηψε τοῖς οἰκείοις μηδένα ποτὲ ἐᾶσαι note ἐλθεῖν τῶν Θουδίππου ἐπὶ τὸ μνῆμα τὸ ἑαυτοῦ, τούτων ὑμῖν τὸν note ἔχοντα τὴν τηθίδα τοῦ Ἀστυφίλου μάρτυρα note παρέξομαι.Μαρτυρία

9.20ἀκούων τοίνυν ταῦτα Ἀστύφιλος καὶ τούτου καὶ τῶν ἄλλων προσηκόντων εὐθέως ἐκ παιδίου, note ἐπειδὴ τάχιστα ἤρχετο φρονεῖν, οὐδὲ πώποτε διελέχθη Κλέωνι, ἀλλὰ πρότερον ἐτελεύτησεν, οὐχ ἡγούμενος ὅσιον εἶναι, τοιαύτην αἰτίαν ἔχοντος Θουδίππου περὶ τὸν αὑτοῦ πατέρα, τῷ ἐκείνου ὑεῖ διαλέγεσθαι. ὡς οὖν τὸν ἅπαντα χρόνον διάφορος ἦν Κλέωνι, τούτων ὑμῖν τοὺς συνειδότας μάρτυρας παρέξομαι.Μάρτυρες

9.21εἰς τὰς θυσίας τοίνυν, ἐν αἷσπερ οἱ ἄλλοι Ἀθηναῖοι ἑστιῶνται, πρῶτον μὲν δημότην ὄντα, ἔπειτα ἀνεψιόν, ἔτι δὲ τὸν ὑὸν τούτου μέλλοντα ποιεῖσθαι, εἰκὸς δήπου ἦν, ὁπότε περ ἐπιδημοίη, note μηδὲ μεθʼ ἑνὸς ἄλλου ἰέναι note τὸν Ἀστύφιλον μετὰ Κλέωνος. ὡς τοίνυν οὐδέποτʼ ἦλθε μετʼ αὐτοῦ, ὑμῖν τῶν δημοτῶν μαρτυρίαν ἀναγνώσεται.Μαρτυρία

9.22οὕτως τοίνυν διακείμενος τῷ τετελευτηκότι Κλέων ἀξιοῖ τὸν ὑὸν τὸν ἑαυτοῦ τὰ ἐκείνου ἔχειν. καὶ τί δεῖ τοῦτον λέγειν; ἀλλʼ Ἱεροκλῆς, θεῖος ὢν καὶ <ἐκείνῳ καὶ> note ἐμοί, οὕτως ἐστὶ τολμηρὸς ὥστε οὐ γενομένας διαθήκας ἥκει φέρων, καί φησι παρʼ ἑαυτῷ Ἀστύφιλον ταύτας καταλιπεῖν. 9.23καίτοι, Ἱερόκλεις, πολλὰ κἀγαθὰ παθὼν ὑπὸ Θεοφράστου τοῦ πατρὸς τοῦ ἐμοῦ, ὅτε χεῖρον ἔπραττες νυνί, καὶ ὑπὸ Ἀστυφίλου, οὐδετέρῳ αὐτοῖν τὴν ἀξίαν χάριν ἀποδίδως· ἐμὲ μὲν γὰρ ὑὸν ὄντα Θεοφράστου, σαυτῷ δὲ ἀδελφιδοῦν, ἀποστερεῖς μοι οἱ νόμοι ἔδοσαν, Ἀστυφίλου δὲ τεθνεῶτος καταψεύδῃ, καὶ τὸ κατὰ σαυτὸν μέρος τοὺς ἐχθίστους καθίστης τῶν ἐκείνου κληρονόμους. 9.24καὶ πρὶν μὲν ληχθῆναι τοῦ κλήρου, ἄνδρες, εὖ εἰδὼς Ἱεροκλῆς ὅτι οὐδενὶ ἄλλῳ γίγνοιτο τὰ Ἀστυφίλου ἐμοί, ἐν μέρει ἑκάστῳ τῶν ἐκείνου ἐπιτηδείων προσῄει πωλῶν τὸ πρᾶγμα καὶ τοὺς οὐδὲν προσήκοντας πείθων ἀμφισβητεῖν, λέγων ὅτι θεῖος εἴη Ἀστυφίλῳ καὶ ἀποφανοίη note διαθήκας ἐκεῖνον καταλελοιπότα, εἴ τις αὑτῷ κοινώσοιτο· ἐπειδὴ δὲ πρὸς Κλέωνα διωμολογήσατο καὶ τῶν τοῦ ἀδελφοῦ ἐμερίσατο, νυνὶ ὡς ἀληθῆ λέγων ἀξιώσει πιστεύεσθαι. δοκεῖ δέ μοι κἂν ὀμόσαι ἄσμενος, εἴ τις αὐτῷ ὅρκον διδοίη. 9.25καὶ ἐμοὶ μὲν συγγενὴς ὢν οὐδὲ τὰ γενόμενα ἐθέλει μαρτυρεῖν, δʼ οὐδὲν προσήκει, τούτῳ τὰ ψευδῆ συλλαμβάνει καὶ τῶν οὐ πραχθέντων γραμματεῖον ἥκει φέρων· πολὺ γὰρ προὐργιαίτερον ἡγεῖται εἶναι τὸ χρηματίζεσθαι τὴν ἐμὴν συγγένειαν. ὡς δὲ ἐπηγγέλλετο περιιὼν διαθήκας ἀποφανεῖν, note εἴ τις αὑτῷ κοινώσαιτο, αὐτοὺς ὑμῖν οἷς προσῆλθε μάρτυρας note παρέξομαι. noteΜάρτυρες
note

9.26τί οὖν χρή, ἄνδρες, ὄνομα θέσθαι τούτῳ τῷ ἀνδρί, ὅστις ἐθέλει οὕτω ῥᾳδίως διὰ τὸ ἑαυτοῦ κέρδος τῶν τεθνεώτων τινὸς καταψεύδεσθαι; ὡς δὲ οὐδὲ Κλέωνι προῖκα τὰς διαθήκας ἀποφαίνει, ἀλλὰ μισθὸν εἴληφεν, αὕτη ὑμῖν μαρτυρία οὐ μικρὸν τεκμήριον ἔσται. τοιαῦτα μέντοι κοινῇ ἐπʼ ἐμοὶ τεχνάζουσιν· ἡγεῖται γὰρ αὐτῶν ἑκάτερος εὕρημα ἔχειν τι ἂν τῶν Ἀστυφίλου λάβῃ.

9.27ὡς μὲν οὖν οὐκ εἰσὶν ἀληθεῖς αἱ διαθῆκαι, ἀλλὰ Κλέων καὶ Ἱεροκλῆς βούλονται ὑμᾶς ἐξαπατῆσαι, καθʼ ὅσον ἐδυνάμην ἀπέδειξα· ὡς δʼ εἰ καὶ μηδὲν προσήκων ἔτυχον Ἀστυφίλῳ, δικαιότερός εἰμι ἔχειν τὰ ἐκείνου οὗτοι, διδάξω ὑμᾶς. ὅτε γὰρ ἐλάμβανε Θεόφραστος ἐμὸς πατὴρ τὴν ἐμὴν μητέρα καὶ Ἀστυφίλου παρὰ Ἱεροκλέους, ἦλθε καὶ αὐτὸν ἐκεῖνον ἔχουσα μικρὸν ὄντα, καὶ διῃτᾶτο παρʼ ἡμῖν τὸν ἅπαντα χρόνον Ἀστύφιλος, καὶ ἐπαιδεύθη ὑπὸ τοῦ πατρὸς τοῦ ἐμοῦ. 9.28καὶ ἐπειδὴ ἐγὼ ἐγενόμην καὶ ὥραν εἶχον παιδεύεσθαι, μετʼ ἐκείνου συνεπαιδευόμην. λαβὲ δέ μοι ταύτην τὴν μαρτυρίαν, εἶτα τῶν διδασκάλων ὅποι ἐφοιτῶμεν.Μαρτυρίαι
note

τὸ τοίνυν χωρίον τὸ ἐκείνου πατρῷον, ἄνδρες, πατὴρ ἐμὸς ἐφύτευσε καὶ ἐγεώργει καὶ ἐποίει διπλασίου ἄξιον. ἀνάβητέ μοι καὶ τούτων μάρτυρες.Μάρτυρες

9.29ἐπεὶ τοίνυν ἐδοκιμάσθη ἀδελφός, ἀπέλαβε πάντα ὀρθῶς καὶ δικαίως, ὥστε ἐκεῖνον μηδὲ πώποτε μηδὲν ἐγκαλέσαι τῷ ἐμῷ πατρί. μετὰ δὲ ταῦτα τὴν ἀδελφὴν τὴν ἐκείνου ὁμοπατρίαν ἠγγύησεν ἐμὸς πατὴρ ὅτῳ ἐδόκει αὐτῷ, καὶ τἆλλα διῴκει, καὶ ταῦτα τῷ Ἀστυφίλῳ ἐξήρκει· ἱκανὴν γὰρ ἡγήσατο βάσανον εἰληφέναι ἀπὸ τοῦ πατρὸς τοῦ ἐμοῦ τῆς εἰς αὑτὸν εὐνοίας, ἐκ μικροῦ παιδίου τεθραμμένος παρʼ αὐτῷ. μαρτυροῦσι δὲ ὑμῖν note καὶ περὶ τῆς ἐγγύης οἱ εἰδότες.Μάρτυρες

9.30εἰς τοίνυν τὰ ἱερὰ πατὴρ ἐμὸς τὸν Ἀστύφιλον <ὄντα> note παῖδα ἦγε μεθʼ ἑαυτοῦ ὥσπερ καὶ ἐμὲ πανταχῇ καὶ εἰς τοὺς θιάσους τοὺς Ἡρακλέους ἐκεῖνον αὐτὸν εἰσήγαγεν, ἵνα μετέχοι τῆς κοινωνίας. αὐτοὶ ὑμῖν οἱ θιασῶται μαρτυρήσουσιν.Μάρτυρες
note

ἐγὼ δέ, ἄνδρες, ὡς διεκείμην πρὸς τὸν ἀδελφόν, σκέψασθε. πρῶτον μὲν γὰρ συνετράφην ἐκείνῳ ἐκ παιδίου, ἔπειτα οὐδέποτε διάφορος ἐγενόμην, ἀλλʼ ἠσπάζετό με, ὡς ἴσασιν οἱ οἰκεῖοι πάντες οἱ ἡμέτεροι καὶ οἱ φίλοι· οὓς βούλομαι ὑμῖν μάρτυρας ἀναβιβάσαι.Μάρτυρες

9.31δοκεῖ ἂν οὖν ὑμῖν Ἀστύφιλος, ἄνδρες, οὕτω μὲν μισῶν Κλέωνα, τοσαῦτα δʼ ἀγαθὰ ὑπὸ τοῦ πατρὸς τοῦ ἐμοῦ πεπονθώς, αὐτὸς τῶν ἐχθρῶν ἄν τινος ὑὸν ποιήσασθαι τὰ ἑαυτοῦ δοῦναι, τοὺς εὐεργέτας καὶ τοὺς συγγενεῖς ἀποστερήσας; ἐγὼ μὲν οὐκ ἂν οἴομαι, εἰ καὶ δεκάκις Ἱεροκλῆς διαθήκας ψευδεῖς ἀποδεικνύει, ἀλλὰ καὶ διὰ τὸ ἀδελφὸν εἶναι καὶ διὰ τὴν ἄλλην οἰκειότητα πολὺ μᾶλλον προσήκειν ἐμοὶ τῷ Κλέωνος ὑεῖ, 9.32ἐπεὶ note τούτοις γε οὐδὲ προσποιήσασθαι καλὸν ἦν τῶν Ἀστυφίλου, οἵτινες οὕτω διέκειντο πρὸς αὐτόν, τὰ δὲ ὀστᾶ οὐκ ἔθαψαν, ἀλλὰ πρότερον ἐπὶ τὴν οὐσίαν ἦλθον πρὶν ἐκείνῳ τὰ νομιζόμενα ποιῆσαι. ἔπειτα νῦν ἀξιώσουσι κληρονομεῖν τῶν Ἀστυφίλου οὐ μόνον τὰς διαθήκας λέγοντες, ἀλλὰ καὶ τὸ γένος παρατιθέντες, ὅτι ἀνεψιὸς ἦν Κλέων πρὸς πατρός. 9.33 ὑμᾶς δέ, ἄνδρες, οὐκ εἰκός ἐστι τῷ τούτου γένει προσέχειν τὸν νοῦν· οὐδεὶς γὰρ πώποτε ἐκποίητος γενόμενος ἐκληρονόμησε τοῦ οἴκου ὅθεν ἐξεποιήθη, ἐὰν μὴ ἐπανέλθῃ κατὰ τὸν νόμον.... οὗτοι μέντοι ἀκριβῶς εἰδότες ὅτι οὐκ ἐποιήσατο Ἀστύφιλος τὸν Κλέωνος ὑόν, πολλάκις ἐληλυθότι αὐτῷ οὐδεπώποτε κεκρεανομήκασι. λαβέ μοι καὶ ταύτην τὴν μαρτυρίαν.Μαρτυρία

9.34ἑκατέρῳ οὖν ἡμῶν, ἐξ ὧν ἀντωμόσαμεν σκεψάμενοι, ψηφίσασθε. Κλέων μὲν γάρ φησι τὸν ὑὸν τὸν ἑαυτοῦ Ἀστυφίλῳ εἰσποιηθῆναι, καὶ ταῦτʼ ἐκεῖνον διαθέσθαι· ἐγὼ δʼ οὔ φημι, ἀλλʼ ἐμὰ εἶναι πάντα τὰ Ἀστυφίλου, ἀδελφὸς ὢν ἐκείνου, ὡς καὶ αὐτοὶ οὗτοι note ἴσασι. μὴ τοίνυν, ἄνδρες, εἰσποιήσητε note ὑὸν Ἀστυφίλῳ ὃν οὐδʼ αὐτὸς ζῶν ἐκεῖνος ἐποιήσατο, ἀλλὰ τοὺς νόμους οὓς ὑμεῖς ἔθεσθε βεβαιώσατέ μοι· κατὰ τούτους γὰρ ἀμφισβητῶ, ὁσιωτάτην δέησιν δεόμενος, ἄνδρες, τῆς τοῦ ἀδελφοῦ οὐσίας κληρονόμον με καταστῆσαι. 9.35ἀπέδειξα δʼ ὑμῖν ὡς οὐδενὶ ἐκεῖνος δέδωκε τὰ ἑαυτοῦ, καὶ μάρτυρας ἁπάντων ὧν εἶπον παρεσχόμην. βοηθήσατε οὖν μοι, καὶ εἰ λέγειν ἐμοῦ δύναται Κλέων μᾶλλον, τοῦτο αὐτῷ ἄνευ τοῦ νόμου καὶ τοῦ δικαίου μηδὲν ἰσχυσάτω, ἀλλʼ ὑμᾶς αὐτοὺς βραβευτὰς ἁπάντων καταστήσατε. διὰ τοῦτο γὰρ συλλέγεσθε, ἵνα τοῖς μὲν ἀναισχυντοῦσι μηδὲν πλέον , οἱ δὲ ἀδυνατώτεροι τολμῶσι περὶ τῶν δικαίων ἀμφισβητεῖν, εὖ εἰδότες ὅτι ὑμεῖς οὐδενὶ ἄλλῳ τὸν νοῦν προσέχετε. 9.36ἅπαντες οὖν, ἄνδρες, μετʼ ἐμοῦ γένεσθε· ὡς ἐάν τι ἄλλο ψηφίσησθε Κλέωνι πειθόμενοι, σκέψασθε ὁπόσων αἴτιοι γενήσεσθε. πρῶτον μὲν τοὺς ἐχθίστους Ἀστυφίλου ἐπί τε τὰ μνήματα ἰέναι καὶ ἐπὶ τὰ ἱερὰ <τὰ> note ἐκείνου ποιήσετε· ἔπειτα τὰς Εὐθυκράτους ἐπισκήψεις, τοῦ πατρὸς τοῦ Ἀστυφίλου, ἀκύρους ποιήσετε, ἃς αὐτὸς πρότερον ἀπέθανεν note παραβῆναι· ἔπειτα τετελευτηκότα Ἀστύφιλον παρανοίας αἱρήσετε· 9.37εἰ γὰρ τοῦτον ἐποιήσατο ὑὸν οὗ note τῷ πατρὶ πολεμιώτατος ἦν, πῶς οὐ δόξει τοῖς ἀκούσασι παρανοεῖν ὑπὸ φαρμάκων διεφθάρθαι; ἔτι δʼ ἐμέ, ἄνδρες δικασταί, ἐκτραφέντα ἐν τῷ αὐτῷ καὶ συμπαιδευθέντα Ἀστυφίλῳ καὶ ἀδελφὸν ὄντα, περιόψεσθε ὑπὸ Κλέωνος ἀποστερηθέντα τῶν ἐκείνου. ἀντιβολῶ ὑμᾶς καὶ ἱκετεύω ἐκ παντὸς τρόπου ψηφίσασθαί μοι· οὕτω γὰρ ἂν μάλιστα Ἀστυφίλῳ τε χαρίσαισθε κἀμὲ οὐκ ἂν ἀδικήσαιτε. note



Isaeus, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Isae.].
<<Isae. 8 Isae. 9 (English) >>Isae. 10

Powered by PhiloLogic