Isocrates, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Isoc.].
<<Isoc. 15 Isoc. 16 (English) >>Isoc. 17

Περὶ τοῦ ζεύγους

16.1

περὶ μὲν οὖν τοῦ ζεύγους τῶν ἵππων, ὡς οὐκ ἀφελόμενος πατὴρ Τεισίαν εἶχεν, ἀλλὰ πριάμενος παρὰ τῆς πόλεως τῆς Ἀργείων, τῶν τε πρέσβεων τῶν ἐκεῖθεν ἡκόντων καὶ τῶν ἄλλων τῶν εἰδότων ἀκηκόατε μαρτυρούντων· τὸν αὐτὸν δὲ τρόπον ἅπαντές εἰσιν εἰθισμένοι με συκοφαντεῖν. 16.2τὰς μὲν γὰρ δίκας ὑπὲρ τῶν ἰδίων ἐγκλημάτων λαγχάνουσι, τὰς δὲ κατηγορίας ὑπὲρ τῶν τῆς πόλεως πραγμάτων ποιοῦνται, καὶ πλείω χρόνον διατρίβουσι τὸν πατέρα μου διαβάλλοντες περὶ ὧν ἀντώμοσαν διδάσκοντες, καὶ τοσοῦτον καταφρονοῦσι τῶν νόμων ὥστε περὶ ὧν ὑμᾶς ὑπʼ ἐκείνου φασὶν ἠδικῆσθαι, τούτων αὐτοὶ δίκην παρʼ ἐμοῦ λαβεῖν ἀξιοῦσιν. 16.3ἐγὼ δʼ ἡγοῦμαι μὲν οὐδὲν προσήκειν τὰς κοινὰς αἰτίας τοῖς ἰδίοις ἀγῶσιν· ἐπειδὴ δὲ Τεισίας πολλάκις ὀνειδίζει μοι τὴν φυγὴν τὴν τοῦ πατρὸς καὶ μᾶλλον ὑπὲρ τῶν ὑμετέρων τῶν αὑτοῦ σπουδάζει πραγμάτων, ἀνάγκη πρὸς ταῦτα τὴν ἀπολογίαν ποιεῖσθαι· καὶ γὰρ ἂν αἰσχυνοίμην, εἴ τῳ δόξαιμι τῶν πολιτῶν ἧττον φροντίζειν τῆς ἐκείνου δόξης τῶν ἐμαυτοῦ κινδύνων.

16.4πρὸς μὲν οὖν τοὺς πρεσβυτέρους βραχὺς ἂν ἐξήρκει λόγος· ἅπαντες γὰρ ἴσασιν ὅτι διὰ τοὺς αὐτοὺς ἄνδρας τε δημοκρατία κατελύθη κἀκεῖνος ἐκ τῆς πόλεως ἐξέπεσεν· τῶν δὲ νεωτέρων ἕνεκα, οἳ τῶν μὲν πραγμάτων ὕστεροι γεγόνασι τῶν δὲ διαβαλλόντων πολλάκις ἀκηκόασι, πορρωτέρωθεν ἄρξομαι διδάσκειν.

16.5οἱ γὰρ τὸ πρῶτον ἐπιβουλεύσαντες τῷ δήμῳ καὶ καταστήσαντες τοὺς τετρακοσίους, ἐπειδὴ παρακαλούμενος πατὴρ οὐκ ἤθελε γενέσθαι μετʼ αὐτῶν, ὁρῶντες αὐτὸν καὶ πρὸς τὰς πράξεις ἐρρωμένως ἔχοντα καὶ πρὸς τὸ πλῆθος πιστῶς διακείμενον, οὐχ ἡγοῦντʼ οὐδὲν οἷοί τʼ εἶναι κινεῖν τῶν καθεστώτων, πρὶν ἐκποδὼν ἐκεῖνος αὐτοῖς γένοιτο. 16.6εἰδότες δὲ τὴν πόλιν τῶν μὲν περὶ τοὺς θεοὺς μάλιστʼ ἂν ὀργισθεῖσαν, εἴ τις εἰς τὰ μυστήρια φαίνοιτʼ ἐξαμαρτάνων, τῶν δʼ ἄλλων εἴ τις τὴν δημοκρατίαν τολμῴη καταλύειν, ἀμφοτέρας ταύτας συνθέντες τὰς αἰτίας εἰσήγγελλον εἰς τὴν βουλήν, λέγοντες ὡς πατὴρ μὲν συνάγοι τὴν ἑταιρείαν ἐπὶ νεωτέροις πράγμασιν, οὗτοι δʼ ἐν τῇ Πουλυτίωνος οἰκίᾳ συνδειπνοῦντες τὰ μυστήρια ποιήσειαν. 16.7ὀρθῆς δὲ τῆς πόλεως γενομένης διὰ τὸ μέγεθος τῶν αἰτιῶν καὶ διὰ ταχέων συλλεγείσης ἐκκλησίας οὕτω σαφῶς ἐπέδειξεν αὐτοὺς ψευδομένους, ὥστε παρὰ μὲν τῶν κατηγόρων ἡδέως ἂν δῆμος δίκην ἔλαβε, τὸν δʼ εἰς Σικελίαν στρατηγὸν ἐχειροτόνησεν. μετὰ δὲ ταῦθʼ μὲν ἐξέπλευσεν ὡς ἀπηλλαγμένος ἤδη τῆς διαβολῆς, οἱ δὲ συστήσαντες τὴν βουλὴν καὶ τοὺς ῥήτορας ὑφʼ αὑτοῖς ποιησάμενοι πάλιν ἤγειρον τὸ πρᾶγμα καὶ μηνυτὰς εἰσέπεμπον. 16.8καὶ τί δεῖ μακρολογεῖν; οὐ γὰρ πρότερον ἐπαύσαντο, πρὶν τόν τε πατέρʼ ἐκ τοῦ στρατοπέδου μετεπέμψαντο, καὶ τῶν φίλων αὐτοῦ τοὺς μὲν ἀπέκτειναν, τοὺς δʼ ἐκ τῆς πόλεως ἐξέβαλον. πυθόμενος δὲ τήν τε τῶν ἐχθρῶν δύναμιν καὶ τὰς τῶν ἐπιτηδείων συμφοράς, καὶ νομίζων δεινὰ πάσχειν ὅτι παρόντα μὲν αὐτὸν οὐκ ἔκρινον, ἀπόντος δὲ κατεγίγνωσκον, οὐδʼ ὣς ἀπελθεῖν ἠξίωσεν εἰς τοὺς πολεμίους· 16.9ἀλλʼ ἐκεῖνος μὲν τοσαύτην πρόνοιαν ἔσχεν ὑπὲρ τοῦ μηδὲ φεύγων μηδὲν ἐξαμαρτεῖν εἰς τὴν πόλιν, ὥστʼ εἰς Ἄργος ἐλθὼν ἡσυχίαν εἶχεν, οἱ δʼ εἰς τοσοῦτον ὕβρεως ἦλθον, ὥστʼ ἔπεισαν ὑμᾶς ἐλαύνειν αὐτὸν ἐξ ἁπάσης τῆς Ἑλλάδος καὶ στηλίτην ἀναγράφειν καὶ πρέσβεις πέμποντας ἐξαιτεῖν παρʼ Ἀργείων. ἀπορῶν δʼ τι χρήσαιτο τοῖς παροῦσι κακοῖς καὶ πανταχόθεν εἰργόμενος καὶ σωτηρίας οὐδεμιᾶς ἄλλης αὐτῷ φαινομένης τελευτῶν ἐπὶ Λακεδαιμονίους ἠναγκάσθη καταφυγεῖν.

16.10καὶ τὰ μὲν γενόμενα ταῦτʼ ἐστίν· τοσοῦτον δὲ τοῖς ἐχθροῖς τῆς ὕβρεως περίεστιν, ὥσθʼ οὕτως ἀνόμως τοῦ πατρὸς ἐκπεσόντος ὡς δεινὰ δεδρακότος αὐτοῦ κατηγοροῦσι, καὶ διαβάλλειν ἐπιχειροῦσιν ὡς Δεκέλειάν τʼ ἐπετείχισε καὶ τὰς νήσους ἀπέστησε καὶ τῶν πολεμίων διδάσκαλος κατέστη. 16.11καὶ ἐνίοτε μὲν αὐτοῦ προσποιοῦνται καταφρονεῖν, λέγοντες ὡς οὐδὲν διέφερε τῶν ἄλλων, νυνὶ δʼ ἁπάντων αὐτὸν τῶν γεγενημένων αἰτιῶνται καί φασι παρʼ ἐκείνου μαθεῖν Λακεδαιμονίους ὡς χρὴ πολεμεῖν, οἳ καὶ τοὺς ἄλλους διδάσκειν τέχνην ἔχουσιν. ἐγὼ δʼ εἴ μοι χρόνος ἱκανὸς γένοιτο, ῥᾳδίως ἂν αὐτὸν ἐπιδείξαιμι τὰ μὲν δικαίως πράξαντα, τῶν δʼ ἀδίκως αἰτίαν ἔχοντα. πάντων δʼ ἂν εἴη δεινότατον, εἰ τοῦ πατρὸς μετὰ τὴν φυγὴν δωρεὰν λαβόντος ἐγὼ διὰ τὴν ἐκείνου φυγὴν ζημιωθείην.

16.12ἡγοῦμαι δʼ αὐτὸν παρʼ ὑμῶν δικαίως ἂν πλείστης συγγνώμης τυγχάνειν· ὑπὸ γὰρ τῶν τριάκοντʼ ἐκπεσόντες ταῖς αὐταῖς ἐκείνῳ συμφοραῖς ἐχρήσασθε. ἐξ ὧν ἐνθυμεῖσθαι χρή, πῶς ἕκαστος ὑμῶν διέκειτο καὶ τίνα γνώμην εἶχε καὶ ποῖον κίνδυνον οὐκ ἂν ὑπέμεινεν ὥστε παύσασθαι μὲν μετοικῶν, κατελθεῖν δʼ εἰς τὴν πατρίδα, τιμωρήσασθαι δὲ τοὺς ἐκβαλόντας. 16.13ἐπὶ τίνα δʼ πόλιν φίλον ξένον οὐκ ἤλθετε δεησόμενοι συγκαταγαγεῖν ὑμᾶς; τίνος δʼ ἀπέσχεσθε πειρώμενοι κατελθεῖν; οὐ καταλαβόντες τὸν Πειραιᾶ καὶ τὸν σῖτον τὸν ἐν τῇ χώρᾳ διεφθείρετε καὶ τὴν γῆν ἐτέμνετε καὶ τὰ προάστεια ἐνεπρήσατε καὶ τελευτῶντες τοῖς τείχεσι προσεβάλετε; 16.14καὶ ταῦθʼ οὕτω σφόδρʼ ἐνομίζετε χρῆναι ποιεῖν, ὥστε τοῖς ἡσυχίαν ἄγουσι τῶν συμφυγάδων μᾶλλον ὠργίζεσθε τοῖς αἰτίοις τῶν συμφορῶν γεγενημένοις. ὥστʼ οὐκ εἰκὸς ἐπιτιμᾶν τοῖς τῶν αὐτῶν ὑμῖν ἐπιθυμοῦσιν, οὐδὲ κακοὺς ἄνδρας νομίζειν, ὅσοι φεύγοντες κατελθεῖν ἐζήτησαν, ἀλλὰ πολὺ μᾶλλον ὅσοι μένοντες φυγῆς ἄξιʼ ἐποίησαν· οὐδʼ ἐντεῦθεν ἀρξαμένους κρίνειν, ὁποῖός τις ἦν πατὴρ πολίτης, ὅτʼ οὐδὲν αὐτῷ τῆς πόλεως προσῆκεν, 16.15ἀλλʼ ἐπʼ ἐκείνου τοῦ χρόνου σκοπεῖν οἷος ἦν πρὶν φυγεῖν περὶ τὸ πλῆθος, καὶ ὅτι διακοσίους ὁπλίτας ἔχων τὰς μεγίστας πόλεις τῶν ἐν Πελοποννήσῳ Λακεδαιμονίων μὲν ἀπέστησεν, ὑμῖν δὲ συμμάχους ἐποίησε, καὶ εἰς οἵους κινδύνους αὐτοὺς κατέστησε, καὶ ὡς περὶ Σικελίαν ἐστρατήγησεν. τούτων μὲν γὰρ ἐκείνῳ προσήκει χάριν ὑμᾶς ἔχειν· τῶν δʼ ἐν τῇ συμφορᾷ γενομένων τοὺς ἐκβαλόντας αὐτὸν δικαίως ἂν αἰτίους νομίζοιτε.

16.16ἀναμνήσθητε δὲ πρὸς ὑμᾶς αὐτούς, ἐπειδὴ κατῆλθεν, ὡς πόλλʼ ἀγαθὰ τὴν πόλιν ἐποίησεν, ἔτι δὲ πρότερον, ὡς ἐχόντων τῶν πραγμάτων αὐτὸν κατεδέξασθε, καταλελυμένου μὲν τοῦ δήμου, στασιαζόντων δὲ τῶν πολιτῶν, διαφερομένων δὲ τῶν στρατιωτῶν πρὸς τὰς ἀρχὰς τὰς ἐνθάδε καθεστηκυίας, εἰς τοῦτο δὲ μανίας ἀμφοτέρων ἀφιγμένων ὥστε μηδετέροις μηδεμίαν ἐλπίδʼ εἶναι σωτηρίας· 16.17οἱ μὲν γὰρ τοὺς ἔχοντας τὴν πόλιν ἐχθροὺς ἐνόμιζον μᾶλλον Λακεδαιμονίους, οἱ δὲ τοὺς ἐκ Δεκελείας μετεπέμποντο, ἡγούμενοι κρεῖττον εἶναι τοῖς πολεμίοις τὴν πατρίδα παραδοῦναι μᾶλλον τοῖς ὑπὲρ τῆς πόλεως στρατευομένοις τῆς πολιτείας μεταδοῦναι. 16.18τοιαύτην μὲν οὖν τῶν πολιτῶν γνώμην ἐχόντων, κρατούντων δὲ τῶν πολεμίων καὶ τῆς γῆς καὶ τῆς θαλάττης, ἔτι δὲ χρημάτων ὑμῖν μὲν οὐκ ὄντων, ἐκείνοις δὲ βασιλέως παρέχοντος, πρὸς δὲ τούτοις ἐνενήκοντα νεῶν ἐκ Φοινίκης εἰς Ἄσπενδον ἡκουσῶν καὶ παρεσκευασμένων Λακεδαιμονίοις βοηθεῖν, ἐν τοσαύταις συμφοραῖς καὶ τοιούτοις κινδύνοις τῆς πόλεως οὔσης, 16.19μεταπεμψαμένων αὐτὸν τῶν στρατιωτῶν οὐκ ἐσεμνύνατʼ ἐπὶ τοῖς παροῦσιν, οὐδʼ ἐμέμψατο περὶ τῶν γεγενημένων, οὐδʼ ἐβουλεύσατο περὶ τῶν μελλόντων, ἀλλʼ εὐθὺς εἵλετο μετὰ τῆς πόλεως ὁτιοῦν πάσχειν μᾶλλον μετὰ Λακεδαιμονίων εὐτυχεῖν, καὶ πᾶσι φανερὸν ἐποίησεν ὅτι τοῖς ἐκβαλοῦσιν ἀλλʼ οὐχ ὑμῖν ἐπολέμει, καὶ ὅτι κατελθεῖν ἀλλʼ οὐκ ἀπολέσαι τὴν πόλιν ἐπεθύμει. 16.20γενόμενος δὲ μεθʼ ὑμῶν ἔπεισε μὲν Τισσαφέρνην μὴ παρέχειν χρήματα Λακεδαιμονίοις, ἔπαυσε δὲ τοὺς συμμάχους ὑμῶν ἀφισταμένους, διέδωκε δὲ παρʼ αὑτοῦ μισθὸν τοῖς στρατιώταις, ἀπέδωκε δὲ τῷ δήμῳ τὴν πολιτείαν, διήλλαξε δὲ τοὺς πολίτας, ἀπέστρεψε δὲ τὰς ναῦς τὰς Φοινίσσας. 16.21καὶ μετὰ ταῦτα καθʼ ἕκαστον μέν, ὅσας τριήρεις ἔλαβεν μάχας ἐνίκησεν πόλεις κατὰ κράτος εἷλεν λόγῳ πείσας φίλας ὑμῖν ἐποίησε, πολὺ ἂν ἔργον εἴη λέγειν· πλείστων δὲ κινδύνων τῇ πόλει κατʼ ἐκεῖνον τὸν καιρὸν γενομένων οὐδεπώποτε τοῦ πατρὸς ἡγουμένου τρόπαιον ὑμῶν ἔστησαν οἱ πολέμιοι.

16.22περὶ μὲν οὖν τῶν ἐστρατηγημένων οἶδα μὲν ὅτι πολλὰ παραλείπω, διὰ τοῦτο δʼ οὐκ ἀκριβῶς εἴρηκα περὶ αὐτῶν, ὅτι σχεδὸν ἅπαντες μνημονεύετε τὰ πραχθέντα. λοιδοροῦσι δὲ λίαν ἀσελγῶς καὶ θρασέως καὶ τὸν ἄλλον βίον τὸν τοῦ πατρός, καὶ οὐκ αἰσχύνονται τοιαύτῃ παρρησίᾳ χρώμενοι περὶ τοῦ τεθνεῶτος, ἣν ἔδεισαν ἂν ποιήσασθαι περὶ ζῶντος, ἀλλʼ εἰς τοσοῦτον ἀνοίας ἐληλύθασιν, 16.23ὥστʼ οἴονται καὶ παρʼ ὑμῖν καὶ παρὰ τοῖς ἄλλοις εὐδοκιμήσειν, ἢν ὡς ἂν δύνωνται πλεῖστα περὶ αὐτοῦ βλασφημήσωσιν, ὥσπερ οὐ πάντας εἰδότας ὅτι καὶ τοῖς φαυλοτάτοις τῶν ἀνθρώπων ἔξεστιν οὐ μόνον περὶ τῶν ἀνδρῶν τῶν ἀρίστων ἀλλὰ καὶ περὶ τῶν θεῶν ὑβριστικοὺς λόγους εἰπεῖν. 16.24ἴσως μὲν οὖν ἀνόητόν ἐστιν ἁπάντων τῶν εἰρημένων φροντίζειν· ὅμως δʼ οὐχ ἥκιστʼ ἐπιθυμῶ περὶ τῶν ἐπιτηδευμάτων τῶν τοῦ πατρὸς διελθεῖν πρὸς ὑμᾶς, μικρὸν προλαβὼν καὶ τῶν προγόνων ἐπιμνησθείς, ἵνʼ ἐπίστησθʼ ὅτι πόρρωθεν ἡμῖν ὑπάρχει μέγιστα καὶ κάλλιστα τῶν πολιτῶν.

16.25 γὰρ πατὴρ πρὸς μὲν ἀνδρῶν ἦν Εὐπατριδῶν, ὧν τὴν εὐγένειαν ἐξ αὐτῆς τῆς ἐπωνυμίας ῥᾴδιον γνῶναι, πρὸς γυναικῶν δʼ Ἀλκμεωνιδῶν, οἳ τοῦ μὲν πλούτου μέγιστον μνημεῖον κατέλιπον, ἵππων γὰρ ζεύγει πρῶτος Ἀλκμέων τῶν πολιτῶν Ὀλυμπίασιν ἐνίκησε, τὴν δʼ εὔνοιαν ἣν εἶχον εἰς τὸ πλῆθος, ἐν τοῖς τυραννικοῖς ἐπεδείξαντο· συγγενεῖς γὰρ ὄντες Πεισιστράτου καὶ πρὶν εἰς τὴν ἀρχὴν καταστῆναι μάλιστʼ αὐτῷ χρώμενοι τῶν πολιτῶν, οὐκ ἠξίωσαν μετασχεῖν τῆς ἐκείνου τυραννίδος, ἀλλʼ εἵλοντο φυγεῖν μᾶλλον τοὺς πολίτας ἰδεῖν δουλεύοντας. 16.26τετταράκοντα δʼ ἔτη τῆς στάσεως γενομένης ὑπὸ μὲν τῶν τυράννων τοσούτῳ μᾶλλον τῶν ἄλλων ἐμισήθησαν, ὥσθʼ ὁπότε τἀκείνων κρατήσειεν, οὐ μόνον τὰς οἰκίας αὐτῶν κατέσκαπτον ἀλλὰ καὶ τοὺς τάφους ἀνώρυττον, ὑπὸ δὲ τῶν συμφυγάδων οὕτω σφόδρʼ ἐπιστεύθησαν, ὥσθʼ ἅπαντα τοῦτον τὸν χρόνον ἡγούμενοι τοῦ δήμου διετέλεσαν. καὶ τὸ τελευταῖον Ἀλκιβιάδης καὶ Κλεισθένης, μὲν πρὸς πατρός, δὲ πρὸς μητρὸς ὢν πρόπαππος τοῦ πατρὸς τοὐμοῦ, στρατηγήσαντες τῆς φυγῆς κατήγαγον τὸν δῆμον καὶ τοὺς τυράννους ἐξέβαλον, 16.27καὶ κατέστησαν ἐκείνην τὴν δημοκρατίαν, ἐξ ἧς οἱ πολῖται πρὸς μὲν ἀνδρίαν οὕτως ἐπαιδεύθησαν ὥστε τοὺς βαρβάρους τοὺς ἐπὶ πᾶσαν ἐλθόντας τὴν Ἑλλάδα μόνοι νικᾶν μαχόμενοι, περὶ δὲ δικαιοσύνης τοσαύτην δόξαν ἔλαβον ὥσθʼ ἑκόντας αὐτοῖς τοὺς Ἕλληνας ἐγχειρίσαι τὴν ἀρχὴν τῆς θαλάττης, τὴν δὲ πόλιν τηλικαύτην τὸ μέγεθος ἐποίησαν καὶ τῇ δυνάμει καὶ ταῖς ἄλλαις κατασκευαῖς ὥστε τοὺς φάσκοντας αὐτὴν ἄστυ τῆς Ἑλλάδος εἶναι καὶ τοιαύταις ὑπερβολαῖς εἰθισμένους χρῆσθαι δοκεῖν ἀληθῆ λέγειν.

16.28τὴν μὲν οὖν φιλίαν τὴν πρὸς τὸν δῆμον οὕτω παλαιὰν καὶ γνησίαν καὶ διὰ τὰς μεγίστας εὐεργεσίας γεγενημένην παρὰ τῶν προγόνων παρέλαβεν· αὐτὸς δὲ κατελείφθη μὲν ὀρφανός, γὰρ πατὴρ αὐτοῦ μαχόμενος ἐν Κορωνείᾳ τοῖς πολεμίοις ἀπέθανεν, ἐπετροπεύθη δʼ ὑπὸ Περικλέους, ὃν πάντες ἂν ὁμολογήσειαν καὶ σωφρονέστατον καὶ δικαιότατον καὶ σοφώτατον γενέσθαι τῶν πολιτῶν. ἡγοῦμαι γὰρ καὶ τοῦτʼ εἶναι τῶν καλῶν, ἐκ τοιούτων γενόμενον ὑπὸ τοιούτοις ἤθεσιν ἐπιτροπευθῆναι καὶ τραφῆναι καὶ παιδευθῆναι. 16.29δοκιμασθεὶς δʼ οὐκ ἐνδεέστερος ἐγένετο τῶν προειρημένων, οὐδʼ ἠξίωσεν αὐτὸς μὲν ῥᾳθύμως ζῆν, σεμνύνεσθαι δʼ ἐπὶ ταῖς τῶν προγόνων ἀρεταῖς, ἀλλʼ εὐθὺς οὕτω μέγʼ ἐφρόνησεν, ὥστʼ ᾠήθη δεῖν διʼ αὑτὸν καὶ τἀκείνων ἔργα μνημονεύεσθαι. καὶ πρῶτον μέν, ὅτε Φορμίων ἐξήγαγεν ἐπὶ Θρᾴκης χιλίους Ἀθηναίων, ἐπιλεξάμενος τοὺς ἀρίστους, μετὰ τούτων στρατευσάμενος τοιοῦτος ἦν ἐν τοῖς κινδύνοις ὥστε στεφανωθῆναι καὶ πανοπλίαν λαβεῖν παρὰ τοῦ στρατηγοῦ. 16.30καίτοι τί χρὴ note τὸν τῶν μεγίστων ἐπαίνων ἄξιον; οὐ μετὰ μὲν τῶν βελτίστων ἐκ τῆς πόλεως στρατευόμενον ἀριστείων ἀξιοῦσθαι, πρὸς δὲ τοὺς κρατίστους τῶν Ἑλλήνων ἀντιστρατηγοῦντʼ ἐν ἅπασι τοῖς κινδύνοις αὐτῶν φαίνεσθαι περιγιγνόμενον; ἐκεῖνος τοίνυν τῶν μὲν νέος ὢν ἔτυχε, τὰ δʼ ἐπειδὴ πρεσβύτερος ἦν ἔπραξεν.

16.31μετὰ δὲ ταῦτα τὴν μητέρα τὴν ἐμὴν ἔγημεν· ἡγοῦμαι γὰρ καὶ ταύτην ἀριστεῖον αὐτὸν λαβεῖν. γὰρ πατὴρ αὐτῆς Ἱππόνικος, πλούτῳ μὲν πρῶτος ὢν τῶν Ἑλλήνων, γένει δʼ οὐδενὸς ὕστερος τῶν πολιτῶν, τιμώμενος δὲ καὶ θαυμαζόμενος μάλιστα τῶν ἐφʼ αὑτοῦ, μετὰ προικὸς δὲ πλείστης καὶ δόξης μεγίστης ἐκδιδοὺς τὴν θυγατέρα, καὶ τοῦ γάμου τυχεῖν εὐχομένων μὲν ἁπάντων, ἀξιούντων δὲ τῶν πρώτων, τὸν πατέρα τὸν ἐμὸν ἐξ ἁπάντων ἐκλεξάμενος κηδεστὴν ἐπεθύμησε ποιήσασθαι.

16.32περὶ δὲ τοὺς αὐτοὺς χρόνους ὁρῶν τὴν ἐν Ὀλυμπίᾳ πανήγυριν ὑπὸ πάντων ἀνθρώπων ἀγαπωμένην καὶ θαυμαξομένην, καὶ τοὺς Ἕλληνας ἐπίδειξιν ἐν αὐτῇ ποιουμένους πλούτου καὶ ῥώμης καὶ παιδεύσεως, καὶ τούς τʼ ἀθλητὰς ζηλουμένους καὶ τὰς πόλεις ὀνομαστὰς γιγνομένας τὰς τῶν νικώντων, καὶ πρὸς τούτοις ἡγούμενος τὰς μὲν ἐνθάδε λῃτουργίας ὑπὲρ τῶν ἰδίων πρὸς τοὺς πολίτας εἶναι, τὰς δʼ εἰς ἐκείνην τὴν πανήγυριν ὑπὲρ τῆς πόλεως εἰς ἅπασαν τὴν Ἑλλάδα γίγνεσθαι, 16.33ταῦτα διανοηθείς, οὐδενὸς ἀφυέστερος οὐδʼ ἀρρωστότερος τῷ σώματι γενόμενος τοὺς μὲν γυμνικοὺς ἀγῶνας ὑπερεῖδεν, εἰδὼς ἐνίους τῶν ἀθλητῶν καὶ κακῶς γεγονότας καὶ μικρὰς πόλεις οἰκοῦντας καὶ ταπεινῶς πεπαιδευμένους, ἱπποτροφεῖν δʼ ἐπιχειρήσας, τῶν εὐδαιμονεστάτων ἔργον ἐστί, φαῦλος δʼ οὐδεὶς ἂν ποιήσειεν, οὐ μόνον τοὺς ἀνταγωνιστὰς ἀλλὰ καὶ τοὺς πώποτε νικήσαντας ὑπερεβάλετο. 16.34ζεύγη γὰρ καθῆκε τοσαῦτα μὲν τὸν ἀριθμὸν ὅσοις οὐδʼ αἱ μέγισται τῶν πόλεων ἠγωνίσαντο, τοιαῦτα δὲ τὴν ἀρετὴν ὥστε καὶ πρῶτος καὶ δεύτερος γενέσθαι καὶ τρίτος. χωρὶς δὲ τούτων ἐν ταῖς θυσίαις καὶ ταῖς ἄλλαις ταῖς περὶ τὴν ἑορτὴν δαπάναις οὕτως ἀφειδῶς διέκειτο καὶ μεγαλοπρεπῶς ὥστε φαίνεσθαι τὰ κοινὰ τὰ τῶν ἄλλων ἐλάττω τῶν ἰδίων τῶν ἐκείνου. κατέλυσε δὲ τὴν θεωρίαν, τὰς μὲν τῶν προτέρων εὐτυχίας μικρὰς πρὸς τὰς αὑτοῦ δόξαι ποιήσας, τοὺς δʼ ἐφʼ αὑτοῦ νικήσαντας παύσας ζηλουμένους, τοῖς δὲ μέλλουσιν ἱπποτροφεῖν οὐδεμίαν ὑπερβολὴν καταλιπών. 16.35περὶ δὲ τῶν ἐνθάδε χορηγιῶν καὶ γυμνασιαρχιῶν καὶ τριηραρχιῶν αἰσχύνομαι λέγειν· τοσοῦτον γὰρ ἐν τοῖς ἄλλοις διήνεγκεν, ὥσθʼ οἱ μὲν ἐνδεεστέρως ἐκείνου λῃτουργήσαντες ἐκ τούτων σφᾶς αὐτοὺς ἐγκωμιάζουσιν, ὑπὲρ ἐκείνου δʼ εἴ τις καὶ τῶν τηλικούτων χάριν ἀπαιτοίη, περὶ μικρῶν ἂν δόξειε τοὺς λόγους ποιεῖσθαι.

16.36πρὸς δὲ τὴν πολιτείαν, οὐδὲ γὰρ note τοῦτο παραλειπτέον, ὥσπερ οὐδʼ note ἐκεῖνος αὐτῆς ἠμέλησεν, ἀλλὰ τοσούτῳ τῶν μάλιστʼ εὐδοκιμησάντων ἀμείνων περὶ τὸν δῆμον γέγονεν, ὅσον τοὺς μὲν ἄλλους εὑρήσεθʼ ὑπὲρ αὑτῶν στασιάσαντας, ἐκεῖνον δʼ ὑπὲρ ὑμῶν κινδυνεύοντα. οὐ γὰρ ἀπελαυνόμενος ἀπὸ τῆς ὀλιγαρχίας ἀλλὰ παρακαλούμενος ἦν δημοτικός· καὶ πολλάκις ἐκγενόμενον αὐτῷ μὴ μόνον μετʼ ὀλίγων τῶν ἄλλων ἄρχειν ἀλλὰ καὶ τούτων αὐτῶν πλέον ἔχειν, οὐκ ἠθέλησεν, ἀλλʼ εἵλεθʼ ὑπὸ τῆς πόλεως ἀδικηθῆναι μᾶλλον τὴν πολιτείαν προδοῦναι. 16.37καὶ ταῦθʼ ἕως μὲν συνεχῶς ἐδημοκρατεῖσθʼ οὐδεὶς ἂν ὑμᾶς λέγων ἔπεισεν· νῦν δʼ αἱ στάσεις αἱ γενόμεναι σαφῶς ἐπέδειξαν καὶ τοὺς δημοτικοὺς καὶ τοὺς ὀλιγαρχικοὺς καὶ τοὺς οὐδετέρων ἐπιθυμοῦντας καὶ τοὺς ἀμφοτέρων μετέχειν ἀξιοῦντας. ἐν αἷς δὶς ὑπὸ τῶν ἐχθρῶν τῶν ὑμετέρων ἐξέπεσεν· καὶ τὸ μὲν πρότερον, ἐπειδὴ τάχιστʼ ἐκεῖνον ἐκποδὼν ἐποιήσαντο, τὸν δῆμον κατέλυσαν, τὸ δʼ ὕστερον οὐκ ἔφθασαν ὑμᾶς καταδουλωσάμενοι, καὶ πρώτου τῶν πολιτῶν αὐτοῦ φυγὴν κατέγνωσαν· οὕτω σφόδρʼ τε πόλις τῶν τοῦ πατρὸς κακῶν ἀπέλαυσε κἀκεῖνος τῶν τῆς πόλεως συμφορῶν ἐκοινώνησεν. 16.38 καίτοι πολλοὶ τῶν πολιτῶν πρὸς αὐτὸν δυσκόλως εἶχον ὡς πρὸς τυραννεῖν ἐπιβουλεύοντα, οὐκ ἐκ τῶν ἔργων σκοποῦντες, ἀλλʼ ἡγούμενοι τὸ μὲν πρᾶγμʼ ὑπὸ πάντων ζηλοῦσθαι, δύνασθαι δʼ ἂν ἐκεῖνον μάλιστα διαπράξασθαι. διὸ καὶ δικαίως ἂν αὐτῷ πλείω χάριν ἔχοιτε, ὅτι τὴν μὲν αἰτίαν μόνος τῶν πολιτῶν ἄξιος ἦν ταύτην ἔχειν, τῆς δὲ πολιτείας ἴσον ᾤετο δεῖν καὶ τοῖς ἄλλοις μετεῖναι.

16.39διὰ δὲ τὸ πλῆθος τῶν ἐνόντων εἰπεῖν ὑπὲρ τοῦ πατρὸς ἀπορῶ, τίνος ἐν τῷ παρόντι πρέπει μνησθῆναι καὶ ποῖʼ αὐτῶν χρὴ παραλιπεῖν· ἀεὶ γάρ μοι δοκεῖ μεῖζον εἶναι τὸ μήπω πεφρασμένον τῶν ἤδη πρὸς ὑμᾶς εἰρημένων. ἐπεὶ καὶ τοῦθʼ ἡγοῦμαι πᾶσιν εἶναι φανερὸν ὅτι τοῦτον ἀναγκαῖόν ἐστιν εὐνούστατον εἶναι ταῖς τῆς πόλεως εὐτυχίαις, ὅτῳ πλεῖστον μέρος καὶ τῶν ἀγαθῶν καὶ τῶν κακῶν μέτεστιν. 16.40ἐκείνου τοίνυν εὖ μὲν πραττούσης τῆς πόλεως τίς εὐδαιμονέστερος θαυμαστότερος ζηλωτότερος ἦν τῶν πολιτῶν, δυστυχησάσης δὲ τίς ἐλπίδων μειζόνων χρημάτων πλειόνων δόξης καλλίονος ἐστερήθη; οὐ τὸ τελευταῖον ἐπειδὴ κατέστησαν οἱ τριάκονθʼ οἱ μὲν ἄλλοι τὴν πόλιν ἔφυγον, ἐκεῖνος δὲ ἐξ ἁπάσης τῆς Ἑλλάδος ἐξέπεσεν; οὐ Λακεδαιμόνιοι καὶ Λύσανδρος ὁμοίως ἔργον ἐποιήσαντʼ ἐκεῖνον ἀποκτεῖναι καὶ τὴν ὑμετέραν καταλῦσαι δύναμιν, οὐδεμίαν ἡγούμενοι πίστιν ἕξειν παρὰ τῆς πόλεως, εἰ τὰ τείχη καταβάλοιεν, εἰ μὴ καὶ τὸν ἀναστῆσαι δυνάμενον ἀπολέσαιεν; 16.41ὥστʼ οὐ μόνον ἐξ ὧν ὑμᾶς εὖ πεποίηκεν ἀλλὰ καὶ ἐξ ὧν διʼ ὑμᾶς κακῶς πέπονθε ῥᾴδιον γνῶναι τὴν εὔνοιαν τὴν ἐκείνου. φαίνεται γὰρ τῷ δήμῳ βοηθῶν, τῆς αὐτῆς πολιτείας ὑμῖν ἐπιθυμῶν, ὑπὸ τῶν αὐτῶν κακῶς πάσχων, ἅμα τῇ πόλει δυστυχῶν, τοὺς αὐτοὺς ἐχθροὺς καὶ φίλους ὑμῖν νομίζων, ἐκ παντὸς τρόπου κινδυνεύων τὰ μὲν ὑφʼ ὑμῶν, τὰ δὲ διʼ ὑμᾶς, 16.42τὰ δʼ ὑπὲρ ὑμῶν, τὰ δὲ μεθʼ ὑμῶν, ἀνόμοιος πολίτης Χαρικλεῖ τῷ τούτου κηδεστῇ γεγενημένος, ὃς τοῖς μὲν πολεμίοις δουλεύειν ἐπεθύμει, τῶν δὲ πολιτῶν ἄρχειν ἠξίου, καὶ φεύγων μὲν ἡσυχίαν εἶχε, κατελθὼν δὲ κακῶς ἐποίει τὴν πόλιν. καίτοι πῶς ἂν γένοιτʼ φίλος πονηρότερος ἐχθρὸς ἐλάττονος ἄξιος; 16.43εἶτα σὺ κηδεστὴς μὲν ὢν ἐκείνου, βεβουλευκὼς δʼ ἐπὶ τῶν τριάκοντα τολμᾷς ἑτέροις μνησικακεῖν, καὶ οὐκ αἰσχύνει τὰς συνθήκας παραβαίνων διʼ ἃς αὐτὸς οἰκεῖς τὴν πόλιν, οὐδʼ ἐνθυμεῖ διότι, ὁπόταν δόξῃ τῶν παρεληλυθότων τιμωρίαν ποιεῖσθαι, σοὶ καὶ προτέρῳ καὶ μᾶλλον ʼμοὶ κινδυνεύειν ὑπάρχει; 16.44οὐ γὰρ δήπου παρʼ ἐμοῦ μὲν ὑπὲρ ὧν πατὴρ ἔπραξε δίκην λήψονται, σοὶ δὲ καὶ ὧν αὐτὸς ἡμάρτηκας συγγνώμην ἕξουσιν. ἀλλὰ μὴν οὐδʼ ὁμοίας ἐκείνῳ φανήσει τὰς προφάσεις ἔχων· οὐ γὰρ ἐκπεσὼν ἐκ τῆς πατρίδος ἀλλὰ συμπολιτευόμενος, οὐδʼ ἀναγκασθεὶς ἀλλʼ ἑκών, οὐδʼ ἀμυνόμενος ἀλλʼ ὑπάρχων ἠδίκεις αὐτούς, ὥστʼ οὐδʼ ἀπολογίας σοι προσήκει τυχεῖν παρʼ αὐτῶν.

16.45ἀλλὰ γὰρ περὶ μὲν τῶν Τεισίᾳ πεπολιτευμένων ἴσως πότʼ ἐν τοῖς τούτου κινδύνοις ἐγγενήσεται καὶ διὰ μακροτέρων εἰπεῖν· ὑμᾶς δʼ ἀξιῶ μὴ προέσθαι με τοῖς ἐχθροῖς μηδʼ ἀνηκέστοις συμφοραῖς περιβαλεῖν. ἱκανῶς γὰρ καὶ νῦν πεπείραμαι κακῶν, ὃς εὐθὺς μὲν γενόμενος ὀρφανὸς κατελείφθην, τοῦ μὲν πατρὸς φυγόντος, τῆς δὲ μητρὸς τελευτησάσης, οὔπω δὲ τέτταρʼ ἔτη γεγονὼς διὰ τὴν τοῦ πατρὸς φυγὴν περὶ τοῦ σώματος εἰς κίνδυνον κατέστην, 16.46ἔτι δὲ παῖς ὢν ὑπὸ τῶν τριάκοντʼ ἐκ τῆς πόλεως ἐξέπεσον. κατελθόντων δὲ τῶν ἐκ Πειραιῶς καὶ τῶν ἄλλων κομιζομένων τὰς οὐσίας ἐγὼ μόνος τὴν γῆν, ἣν ἡμῖν ἀπέδωκεν δῆμος ἀντὶ τῶν δημευθέντων χρημάτων, διὰ τὴν τῶν ἐχθρῶν δύναμιν ἀπεστερήθην. τοσαῦτα δὲ προδεδυστυχηκὼς καὶ δὶς τὴν οὐσίαν ἀπολωλεκὼς νυνὶ πέντε ταλάντων φεύγω δίκην. καὶ τὸ μὲν ἔγκλημʼ ἐστὶ περὶ χρημάτων, ἀγωνίζομαι δʼ εἰ χρὴ μετεῖναί μοι τῆς πόλεως. 16.47τῶν γὰρ αὐτῶν τιμημάτων ἐπιγεγραμμένων οὐ περὶ τῶν αὐτῶν ἅπασιν κίνδυνός ἐστιν, ἀλλὰ τοῖς μὲν χρήματα κεκτημένοις περὶ ζημίας, τοῖς δʼ ἀπόρως ὥσπερ ἐγὼ διακειμένοις περὶ ἀτιμίας, ἣν ἐγὼ φυγῆς μείζω συμφορὰν νομίζω· πολὺ γὰρ ἀθλιώτερον παρὰ τοῖς αὑτοῦ πολίταις ἠτιμωμένον οἰκεῖν παρʼ ἑτέροις μετοικεῖν. 16.48δέομαι δʼ οὖν ὑμῶν βοηθῆσαί μοι καὶ μὴ περιιδεῖν ὑπὸ τῶν ἐχθρῶν ὑβρισθέντα μηδὲ τῆς πατρίδος στερηθέντα μηδʼ ἐπὶ τοιαύταις τύχαις περίβλεπτον γενόμενον. δικαίως δʼ ἂν ὑφʼ ὑμῶν ἐξ αὐτῶν τῶν ἔργων ἐλεηθείην, εἰ καὶ τῷ λόγῳ τυγχάνω μὴ δυνάμενος ἐπὶ τοῦθʼ ὑμᾶς ἄγειν, εἴπερ χρὴ τούτους ἐλεεῖν, τοὺς ἀδίκως μὲν κινδυνεύοντας, περὶ δὲ τῶν μεγίστων ἀγωνιζομένους, ἀναξίως δʼ αὑτῶν καὶ τῶν προγόνων πράττοντας, πλείστων δὲ χρημάτων ἀπεστερημένους καὶ μεγίστῃ μεταβολῇ τοῦ βίου κεχρημένους.

16.49πολλὰ δʼ ἔχων ἐμαυτὸν ὀδύρασθαι μάλιστʼ ἐπὶ τούτοις ἀγανακτῶ, πρῶτον μὲν εἰ τούτῳ δώσω δίκην παρʼ οὗ λαβεῖν μοι προσήκει, δεύτερον δʼ εἰ διὰ τὴν τοῦ πατρὸς νίκην τὴν Ὀλυμπίασιν ἀτιμωθήσομαι, διʼ ἣν τοὺς ἄλλους ὁρῶ δωρεὰς λαμβάνοντας, 16.50πρὸς δὲ τούτοις εἰ Τεισίας μὲν μηδὲν ἀγαθὸν ποιήσας τὴν πόλιν καὶ ἐν δημοκρατίᾳ καὶ ἐν ὀλιγαρχίᾳ μέγα δυνήσεται, ἐγὼ δʼ εἰ μηδετέρους ἀδικήσας ὑπʼ ἀμφοτέρων κακῶς πείσομαι, καὶ περὶ μὲν τῶν ἄλλων τἀναντία τοῖς τριάκοντα πράξετε, περὶ δʼ ἐμοῦ τὴν αὐτὴν ἐκείνοις γνώμην ἕξετε, καὶ τότε μὲν μεθʼ ὑμῶν, νῦν δʼ ὑφʼ ὑμῶν τῆς πόλεως στερήσομαι.



Isocrates, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Isoc.].
<<Isoc. 15 Isoc. 16 (English) >>Isoc. 17

Powered by PhiloLogic