Isocrates, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Isoc.].
<<Isoc. 17 Isoc. 18 (English) >>Isoc. 19

Παραγραφὴ πρὸς Καλλίμαχον 18.1

εἰ μὲν καὶ ἄλλοι τινὲς ἦσαν ἠγωνισμένοι τοιαύτην παραγραφήν, ἀπʼ αὐτοῦ τοῦ πράγματος ἠρχόμην ἂν τοὺς λόγους ποιεῖσθαι· νῦν δʼ ἀνάγκη περὶ τοῦ νόμου πρῶτον εἰπεῖν καθʼ ὃν εἰσεληλύθαμεν, ἵνʼ ἐπιστάμενοι περὶ ὧν ἀμφισβητοῦμεν, τὴν ψῆφον φέρητε, καὶ μηδεὶς ὑμῶν θαυμάσῃ διότι φεύγων τὴν δίκην πρότερος λέγω τοῦ διώκοντος.

18.2ἐπειδὴ γὰρ ἐκ Πειραιέως κατελθόντες ἐνίους ἑωρᾶτε τῶν πολιτῶν συκοφαντεῖν ὡρμημένους καὶ τὰς συνθήκας λύειν ἐπιχειροῦντας, βουλόμενοι τούτους τε παῦσαι καὶ τοῖς ἄλλοις ἐπιδεῖξαι ὅτι οὐκ ἀναγκασθέντες ἐποιήσασθʼ αὐτὰς ἀλλʼ ἡγούμενοι τῇ πόλει συμφέρειν, εἰπόντος Ἀρχίνου νόμον ἔθεσθε, ἄν τις δικάζηται παρὰ τοὺς ὅρκους, ἐξεῖναι τῷ φεύγοντι παραγράψασθαι, τοὺς δʼ ἄρχοντας περὶ τούτου πρῶτον εἰσάγειν, λέγειν δὲ πρότερον τὸν παραγραψάμενον, 18.3ὁπότερος δʼ ἂν ἡττηθῇ, τὴν ἐπωβελίαν ὀφείλειν, ἵνʼ οἱ τολμῶντες μνησικακεῖν μὴ μόνον ἐπιορκοῦντες ἐξελέγχοιντο μηδὲ τὴν παρὰ τῶν θεῶν τιμωρίαν ὑπομένοιεν ἀλλὰ καὶ παραχρῆμα ζημιοῖντο. δεινὸν οὖν ἡγησάμην, εἰ τῶν νόμων οὕτως ἐχόντων ἐγὼ περιόψομαι τὸν μὲν συκοφάντην ἐν τριάκοντα δραχμαῖς κινδυνεύοντα, ἐμαυτὸν δὲ περὶ τῆς οὐσίας ἁπάσης ἀγωνιζόμενον.

18.4ἀποδείξω δὲ Καλλίμαχον οὐ μόνον παρὰ τὰς συνθήκας δικαζόμενον, ἀλλὰ καὶ περὶ τῶν ἐγκλημάτων ψευδόμενον, καὶ προσέτι δίαιταν ἡμῖν γεγενημένην περὶ αὐτῶν. βούλομαι δʼ ἐξ ἀρχῆς ὑμῖν διηγήσασθαι τὰ πραχθέντα· ἂν γὰρ τοῦτο μάθητε ὡς οὐδὲν ὑπʼ ἐμοῦ κακὸν πέπονθεν, ἡγοῦμαι ταῖς τε συνθήκαις ὑμᾶς ἥδιον βοηθήσειν καὶ τούτῳ μᾶλλον ὀργιεῖσθαι.

18.5ἦρχον μὲν γὰρ οἱ δέκα οἱ μετὰ τοὺς τριάκοντα καταστάντες, ὄντος δέ μοι Πατροκλέους ἐπιτηδείου, τοῦ τότε βασιλεύοντος, ἔτυχον μετʼ αὐτοῦ βαδίζων. ἐκεῖνος δʼ ἐχθρὸς ὢν Καλλιμάχῳ τῷ νῦν ἐμὲ διώκοντι τὴν δίκην, ἀπήντησεν ἀργύριον φέροντι. λαβόμενος δʼ αὐτοῦ Πάμφιλον ἔφασκεν αὐτὸ καταλιπεῖν καὶ δημόσιον γίγνεσθαι· ἐκεῖνον γὰρ εἶναι τῶν ἐν Πειραιεῖ. 18.6ἀμφισβητοῦντος δὲ τούτου καὶ λοιδορίας αὐτοῖς γενομένης ἄλλοι τε πολλοὶ συνέδραμον, καὶ κατὰ τύχην Ῥίνων εἷς τῶν δέκα γενόμενος προσῆλθεν. εὐθὺς οὖν πρὸς αὐτὸν τὴν φάσιν τῶν χρημάτων Πατροκλῆς ἐποιεῖτο· δʼ ὡς τοὺς συνάρχοντας ἦγεν ἀμφοτέρους. ἐκεῖνοι δʼ εἰς τὴν βουλὴν περὶ αὐτῶν ἀπέδοσαν· κρίσεως δὲ γενομένης ἔδοξε τὰ χρήματα δημόσιʼ εἶναι. μετὰ δὲ ταῦτʼ, 18.7ἐπειδὴ κατῆλθον οἱ φεύγοντες ἐκ Πειραιέως, οὗτος note ἐνεκάλει τῷ Πατροκλεῖ καὶ δίκας ἐλάγχανεν ὡς αἰτίῳ τῆς συμφορᾶς γεγενημένῳ· διαλλαγεὶς δὲ πρὸς ἐκεῖνον καὶ πραξάμενος αὐτὸν δέκα μνᾶς ἀργυρίου Λυσίμαχον ἐσυκοφάντει· λαβὼν δὲ καὶ παρὰ τούτου διακοσίας δραχμὰς ἐμοὶ πράγματα παρεῖχεν. καὶ τὸ μὲν πρῶτον ἐνεκάλει φάσκων με συμπράττειν ἐκείνοις, τελευτῶν δʼ εἰς τοῦτʼ ἀναιδείας ἦλθεν ὥσθʼ ἁπάντων με τῶν γεγενημένων ᾐτιᾶτο· ἅπερ ἴσως καὶ νῦν τολμήσει κατηγορεῖν. 18.8ἐγὼ δʼ ὑμῖν παρέξομαι μάρτυρας πρῶτον μὲν τοὺς ἐξ ἀρχῆς παραγενομένους, ὡς οὔτʼ ἐπελαβόμην οὔτʼ ἐφηψάμην τῶν χρημάτων, ἔπειτα Ῥίνωνα note καὶ τοὺς συνάρχοντας, ὡς οὐκ ἐγὼ τὴν φάσιν ἀλλὰ Πατροκλῆς ἐποιήσατο πρὸς αὐτούς, ἔτι δὲ τοὺς βουλευτάς, ὡς ἐκεῖνος ἦν κατηγορῶν.

καί μοι κάλει τούτων μάρτυρας. Μάρτυρες

18.9οὕτω τοίνυν πολλῶν παραγενομένων τοῖς πραχθεῖσιν, ὥσπερ οὐδενὸς συνειδότος αὐτὸς μὲν οὗτος ἐφιστάμενος εἰς τοὺς ὄχλους καὶ καθίζων ἐπὶ τοῖς ἐργαστηρίοις λόγους ἐποιεῖτο ὡς δεινὰ πεπονθὼς ὑπʼ ἐμοῦ καὶ τῶν χρημάτων ἀπεστερημένος, τῶν δὲ χρωμένων τινὲς τούτῳ προσιόντες μοι συνεβούλευον ἀπαλλάττεσθαι τῆς πρὸς τοῦτον διαφορᾶς καὶ μὴ βούλεσθαι κακῶς ἀκούειν μηδὲ κινδυνεύειν περὶ πολλῶν χρημάτων, μηδʼ εἰ σφόδρα πιστεύω τῷ πράγματι, λέγοντες ὡς πολλὰ παρὰ γνώμην ἐν τοῖς δικαστηρίοις ἀποβαίνει, 18.10καὶ ὅτι τύχῃ μᾶλλον τῷ δικαίῳ κρίνεται τὰ παρʼ ὑμῖν, ὥστε λυσιτελεῖν μοι μίκρʼ ἀναλώσαντι μεγάλων ἐγκλημάτων ἀπαλλαγῆναι μᾶλλον μηδὲν ἀποτείσαντι κινδυνεύειν περὶ τηλικούτων. τί δʼ ἂν ὑμῖν τὰ πολλὰ καθʼ ἕκαστον διηγοίμην; note οὐδὲν γὰρ note παρέλιπον τῶν εἰθισμένων περὶ τῶν τοιούτων λέγεσθαι. τελευτῶν δʼ οὖν ἐπείσθην, ἅπαντα γὰρ εἰρήσεται τἀληθῆ πρὸς ὑμᾶς, δοῦναι τούτῳ διακοσίας δραχμάς. ἵνα δὲ μὴ πάλιν ἐξείη συκοφαντεῖν αὐτῷ, δίαιταν ἐπὶ ῥητοῖς ἐπετρέψαμεν Νικομάχῳ Βατῆθεν. Μάρτυρες

18.11τὸ μὲν τοίνυν πρῶτον ἐνέμεινε τοῖς ὡμολογημένοις, ὕστερον δʼ ἐπιβουλεύσας μετὰ Ξενοτίμου, τοῦ τοὺς νόμους διαφθείροντος καὶ τὰ δικαστήρια δεκάζοντος καὶ τὰς ἀρχὰς λυμαινομένου καὶ πάντων κακῶν αἰτίου, λαγχάνει μοι δίκην μυρίων δραχμῶν. προβαλλομένου δʼ ἐμοῦ μάρτυρα, ὡς οὐκ εἰσαγώγιμος ἦν δίκη διαίτης γεγενημένης, ἐκείνῳ μὲν οὐκ ἐπεξῆλθεν, 18.12εἰδὼς ὅτι, εἰ μὴ μεταλάβοι τὸ πέμπτον μέρος τῶν ψήφων, τὴν ἐπωβελίαν ὀφλήσει, πείσας δὲ τὴν ἀρχὴν πάλιν τὴν αὐτὴν δίκην ἐγράψατο, ὡς ἐν τοῖς πρυτανείοις μόνον κινδυνεύσων. ἀπορῶν δʼ τι χρησαίμην τοῖς κακοῖς, ἡγησάμην εἶναι κράτιστον ἐξ ἴσου καταστήσαντʼ ἀμφοτέροις τὸν κίνδυνον εἰσελθεῖν εἰς ὑμᾶς. καὶ τὰ μὲν γενόμενα ταῦτʼ ἐστίν.

18.13πυνθάνομαι δὲ Καλλίμαχον οὐ μόνον περὶ τῶν ἐγκλημάτων διανοεῖσθαι ψευδῆ λέγειν, ἀλλὰ καὶ τὴν δίαιταν μέλλειν ἔξαρνον εἶναι καὶ παρεσκευάσθαι λέγειν τοιούτους λόγους, ὡς οὐκ ἄν ποτʼ ἐπέτρεψε Νικομάχῳ δίαιταν, ὃν ἠπίστατο πάλαι χρώμενον ἡμῖν, καὶ ὡς οὐκ εἰκὸς ἦν αὐτὸν ἀντὶ μυρίων δραχμῶν διακοσίας ἐθελῆσαι λαβεῖν. 18.14ὑμεῖς δʼ ἐνθυμεῖσθε πρῶτον μὲν ὅτι τὴν δίαιταν οὐκ ἀμφισβητοῦντες ἀλλʼ ἐπὶ ῥητοῖς ἐπετρέψαμεν, ὥστʼ οὐδὲν ἄτοπον ἐποίησεν, εἰ Νικόμαχον εἵλετο διαιτητήν, ἀλλὰ πολὺ μᾶλλον εἰ περὶ τῶν πραγμάτων ὡμολογηκὼς περὶ τοῦ διαιτητοῦ διεφέρετο. ἔπειτʼ ὀφειλομένων μὲν αὐτῷ μυρίων δραχμῶν οὐκ εἰκὸς ἦν αὐτὸν ἐπὶ δυοῖν μναῖν ποιήσασθαι τὴν διαλλαγήν· ἀδίκως δʼ αἰτιώμενον καὶ συκοφαντοῦντα οὐδὲν θαυμαστὸν τοσοῦτον ἐθελῆσαι λαβεῖν. ἔτι δʼ, εἰ μεγάλʼ ἐγκαλῶν ὀλίγʼ ἐπράξατο, οὐ τούτῳ τοῦτο τεκμήριόν ἐστιν, ὡς δίαιτα οὐ γέγονεν, ἀλλὰ πολὺ μᾶλλον ἡμῖν, ὡς καὶ τὴν ἀρχὴν οὐ δικαίως ἐνεκάλεσεν. 18.15θαυμάζω δʼ εἰ αὑτὸν μὲν ἱκανὸν γνῶναι νομίζει ὅτι οὐκ εἰκὸς ἀντὶ μυρίων δραχμῶν διακοσίας ἐθελῆσαι λαβεῖν, ἐμὲ δʼ οὐκ ἂν οἴεται τοῦτʼ ἐξευρεῖν, εἴπερ ἠβουλόμην ψευδῆ λέγειν, ὅτι πλέον ἔδει φάσκειν τούτων δεδωκέναι. ἀξιῶ δʼ, ὅσον περ ἂν τούτῳ σημεῖον ἦν ὡς δίαιτα οὐ γέγονεν, ἑλόντι τὰ διαμαρτυρηθέντα, τοσοῦτον ἐμοὶ γενέσθαι τεκμήριον ὡς ἀληθῆ λέγω περὶ αὐτῆς, ἐπειδὴ τῷ μάρτυρι φανερός ἐστιν οὐδʼ ἐπεξελθεῖν ἀξιώσας.

18.16ἡγοῦμαι δʼ, εἰ μήθʼ δίαιτα ἐγεγόνει μήτε τῶν πεπραγμένων ἦσαν μάρτυρες, ἔδει δʼ ἐκ τῶν εἰκότων σκοπεῖν, οὐδʼ οὕτω χαλεπῶς ἂν ὑμᾶς γνῶναι τὰ δίκαια. εἰ μὲν γὰρ καὶ τοὺς ἄλλους ἀδικεῖν ἐτόλμων, εἰκότως ἄν μου κατεγιγνώσκετε καὶ περὶ τοῦτον ἐξαμαρτάνειν· νῦν δʼ οὐδένα φανήσομαι τῶν πολιτῶν οὔτε χρήμασι ζημιώσας οὔτε περὶ τοῦ σώματος εἰς κίνδυνον καταστήσας, οὔτʼ ἐκ μὲν τῶν μετεχόντων τῆς πολιτείας ἐξαλείψας, εἰς δὲ τὸν μετὰ Λυσάνδρου κατάλογον ἐγγράψας. 18.17καίτοι πολλοὺς ἐπῆρεν τῶν τριάκοντα πονηρία τοιαῦτα ποιεῖν· οὐ γὰρ ὅτι τοὺς ἀδικοῦντας ἐκόλαζον, ἀλλʼ ἐνίοις καὶ προσέταττον ἐξαμαρτάνειν. ἐγὼ μὲν τοίνυν οὐδʼ ἐπὶ τῆς ἐκείνων ἀρχῆς οὐδὲν εὑρεθήσομαι τοιοῦτον ἐργασάμενος· οὗτος δʼ ἀδικηθῆναί φησιν, ὅτʼ ἐξεβέβληντο μὲν οἱ τριάκοντα, δὲ Πειραιεὺς ἦν κατειλημμένος, ἐκράτει δʼ δῆμος, περὶ διαλλαγῶν δʼ ἦσαν οἱ λόγοι. 18.18καίτοι δοκεῖ ἂν ὑμῖν, ὅστις ἐπὶ τῶν τριάκοντα κόσμιον αὑτὸν παρέσχεν, εἰς τοῦτον ἀποθέσθαι τὸν χρόνον ἀδικεῖν, ἐν καὶ τοῖς πρότερον ἡμαρτηκόσι μετέμελεν; δὲ πάντων δεινότατον, εἰ τῶν μὲν ὑπαρχόντων ἐχθρῶν μηδʼ ἀμύνεσθαι μηδένʼ ἠξίωσα, τοῦτον δὲ κακῶς ποιεῖν ἐπεχείρουν, πρὸς ὃν οὐδὲν πώποτέ μοι συμβόλαιον ἐγένετο.

18.19ὡς μὲν οὖν οὐκ αἴτιός εἰμι Καλλιμάχῳ τῆς τῶν χρημάτων δημεύσεως, ἱκανῶς ἀποδεδεῖχθαί μοι νομίζω· ὡς δʼ οὐκ ἐξῆν αὐτῷ δικάζεσθαι περὶ τῶν τότε γεγενημένων, οὐδʼ εἰ πάντα ταῦτʼ ἦν πεποιηκὼς φησιν αὐτός, ἐκ τῶν συνθηκῶν γνώσεσθε.

καί μοι λαβὲ τὸ βιβλίον. Συνθῆκαι

18.20ἆρα μικρῷ τῷ δικαίῳ πιστεύων τὴν παραγραφὴν ἐποιησάμην, ἀλλʼ οὐ τῶν μὲν συνθηκῶν διαρρήδην ἀφιεισῶν τοὺς ἐνδείξαντας φήναντας τῶν ἄλλων τι τῶν τοιούτων πράξαντας, ἐμαυτὸν δʼ ἔχων ἀποφαίνειν, ὡς οὔτε ταῦτα πεποίηκα οὔτʼ ἄλλʼ οὐδὲν ἐξήμαρτον;

ἀνάγνωθι δή μοι καὶ τοὺς ὅρκους. Ὅρκοι

18.21οὐκ οὖν δεινόν, ἄνδρες δικασταί, οὕτω μὲν τῶν συνθηκῶν ἐχουσῶν, τοιούτων δὲ τῶν ὅρκων γενομένων, τοσοῦτον φρονεῖν Καλλίμαχον ἐπὶ τοῖς λόγοις τοῖς αὑτοῦ ὥσθʼ ἡγεῖσθαι πείσειν ὑμᾶς ἐναντία τούτοις ψηφίσασθαι; καὶ εἰ μὲν ἑώρα μεταμέλον τῇ πόλει τῶν πεπραγμένων, οὐκ ἄξιον ἦν θαυμάζειν αὐτοῦ· νῦν δʼ οὐ μόνον ἐν τῇ θέσει τῶν νόμων ἐπεδείξασθε περὶ πολλοῦ ποιούμενοι τὰς συνθήκας, 18.22ἀλλὰ καὶ Φίλωνα τὸν ἐκ Κοίλης ἐνδειχθέντα παραπρεσβεύεσθαι, καὶ περὶ μὲν τοῦ πράγματος οὐδὲν ἔχοντʼ ἀπολογήσασθαι, τὰς δὲ συνθήκας παρεχόμενον, ἔδοξεν ὑμῖν ἀφεῖναι καὶ μηδὲ κρίσιν περὶ αὐτοῦ ποιήσασθαι. καὶ μὲν πόλις οὐδὲ παρὰ τῶν ὁμολογούντων ἐξαμαρτάνειν ἀξιοῖ δίκην λαβεῖν, οὗτος δὲ καὶ τοὺς οὐδὲν ἠδικηκότας τολμᾷ συκοφαντεῖν. 18.23καὶ μὴν οὐδὲ τάδʼ αὐτὸν λέληθεν, ὅτι Θρασύβουλος καὶ Ἄνυτος μέγιστον μὲν δυνάμενοι τῶν ἐν τῇ πόλει, πολλῶν δʼ ἀπεστερημένοι χρημάτων, εἰδότες δὲ τοὺς ἀπογράψαντας, ὅμως οὐ τολμῶσιν αὐτοῖς δίκας λαγχάνειν οὐδὲ μνησικακεῖν, ἀλλʼ εἰ καὶ περὶ τῶν ἄλλων μᾶλλον ἑτέρων δύνανται διαπράττεσθαι, 18.24ἀλλʼ οὖν περὶ γε τῶν ἐν ταῖς συνθήκαις ἴσον ἔχειν τοῖς ἄλλοις ἀξιοῦσιν. καὶ οὐχ οὗτοι μόνοι ταῦτʼ ἠξιώκασιν, ἀλλʼ οὐδʼ ὑμῶν οὐδεὶς τοιαύτην δίκην εἰσελθεῖν τετόλμηκεν. καίτοι δεινόν, εἰ ἐπὶ μὲν τοῖς ὑμετέροις αὐτῶν πράγμασιν ἐμμένετε τοῖς ὅρκοις, ἐπὶ δὲ τῇ τούτου συκοφαντίᾳ παραβαίνειν ἐπιχειρήσετε, καὶ τὰς μὲν ἰδίας ὁμολογίας δημοσίᾳ κυρίας ἀναγκάζετʼ εἶναι, τὰς δὲ τῆς πόλεως συνθήκας ἰδίᾳ τὸν βουλόμενον λύειν ἐάσετε. 18.25 δὲ πάντων ἄν τις μάλιστα θαυμάσειεν, εἰ, ὅτε μὲν ἄδηλον ἦν, εἰ συνοίσουσιν αἱ διαλλαγαὶ τῇ πόλει, τοιούτους ὅρκους ἐποιήσασθε περὶ αὐτῶν, ὥστʼ εἰ καὶ μὴ συνέφερεν ἀναγκαῖον εἶναι τοῖς ὡμολογημένοις ἐμμένειν, ἐπειδὴ δʼ οὕτω καλῶς ὑμῖν συμβέβηκεν ὥστε καὶ μηδεμιᾶς πίστεως γεγενημένης ἄξιον εἶναι τὴν παροῦσαν πολιτείαν διαφυλάττειν, 18.26τηνικαῦτα τοὺς ὅρκους παραβήσεσθε· καὶ τοῖς μὲν εἰρηκόσιν ὡς χρὴ τὰς συνθήκας ἐξαλείφειν ὠργίζεσθε, τουτονὶ δʼ, ὃς γεγραμμένας αὐτὰς τολμᾷ παραβαίνειν, ἀζήμιον ἀφήσετε. ἀλλʼ οὔτʼ ἂν δίκαια οὔτʼ ἄξιʼ ὑμῶν αὐτῶν οὔτʼ ἂν πρέποντα τοῖς πρότερον ἐγνωσμένοις ποιήσαιτε.

18.27ἐνθυμεῖσθε δʼ ὅτι περὶ τῶν μεγίστων ἥκετε δικάσοντες· περὶ γὰρ συνθηκῶν τὴν ψῆφον οἴσετε, ἃς οὐδὲ πώποτʼ οὔθʼ ὑμῖν πρὸς ἑτέρους οὔτʼ ἄλλοις πρὸς ὑμᾶς ἐλυσιτέλησε παραβῆναι, τοσαύτην δʼ ἔχουσι δύναμιν ὥστε τὰ πλεῖστα τοῦ βίου καὶ τοῖς Ἕλλησι καὶ τοῖς βαρβάροις διὰ συνθηκῶν εἶναι. 18.28ταύταις γὰρ πιστεύοντες ὡς ἀλλήλους ἀφικνούμεθα καὶ ποριζόμεθα ὧν ἕκαστοι τυγχάνομεν δεόμενοι· μετὰ τούτων καὶ τὰ συμβόλαια τὰ πρὸς ἡμᾶς αὐτοὺς ποιούμεθα καὶ τὰς ἰδίας ἔχθρας καὶ τοὺς κοινοὺς πολέμους διαλυόμεθα· τούτῳ μόνῳ κοινῷ πάντες ἄνθρωποι διατελοῦμεν χρώμενοι. ὥσθʼ ἅπασι μὲν προσήκει βοηθεῖν αὐταῖς, μάλιστα δʼ ὑμῖν.

18.29ὑπόγυιον γὰρ ἐστιν, ἐξ οὗ καταπολεμηθέντες, ἐπὶ τοῖς ἐχθροῖς γενόμενοι, πολλῶν ἐπιθυμησάντων διαφθεῖραι τὴν πόλιν, εἰς ὅρκους καὶ συνθήκας κατεφύγομεν, ἅς εἰ Λακεδαιμόνιοι τολμῷεν παραβαίνειν, σφόδρʼ ἂν ἕκαστος ὑμῶν ἀγανακτήσειεν. 18.30καίτοι πῶς οἷόν τʼ ἐστὶν ἑτέρων κατηγορεῖν οἷς αὐτός τις ἔνοχός ἐστιν; τῷ δʼ ἂν δόξαιμεν ἀδικεῖσθαι παρὰ τὰς συνθήκας κακῶς πάσχοντες, εἰ μηδʼ αὐτοὶ φαινοίμεθʼ αὐτὰς περὶ πολλοῦ ποιούμενοι; τίνας δὲ πίστεις πρὸς τοὺς ἄλλους εὑρήσομεν, εἰ τὰς πρὸς ἡμᾶς αὐτοὺς γεγενημένας οὕτως εἰκῇ λύσομεν; 18.31ἄξιον δὲ καὶ τῶνδε μνησθῆναι, διότι πολλῶν καὶ καλῶν τοῖς προγόνοις ἐν τῷ πολέμῳ πεπραγμένων οὐχ ἥκισθʼ πόλις ἐκ τούτων τῶν διαλλαγῶν εὐδοκίμησεν. πρὸς μὲν γὰρ τὸν πόλεμον πολλαὶ πόλεις ἂν εὑρεθεῖεν καλῶς ἠγωνισμέναι, περὶ δὲ στάσεως οὐκ ἔστιν ἣν ἄν τις ἐπιδείξειεν ἄμεινον τῆς ἡμετέρας βεβουλευμένην. 18.32ἔτι δὲ τῶν μὲν τοιούτων ἔργων, ὅσα μετὰ κινδύνων πέπρακται, τὸ πλεῖστον ἄν τις μέρος τῇ τύχῃ μεταδοίη· τῆς δʼ εἰς ἡμᾶς αὐτοὺς μετριότητος οὐδεὶς ἂν ἄλλʼ τὴν ἡμετέραν γνώμην αἰτιάσαιτο. ὥστʼ οὐκ ἄξιον προδότας ταύτης τῆς δόξης γενέσθαι.

18.33καὶ μηδεὶς ἡγείσθω μʼ ὑπερβάλλειν μηδὲ μείζω λέγειν, ὅτι δίκην ἰδίαν φεύγων τούτους εἴρηκα τοὺς λόγους. οὐ γὰρ μόνον περὶ τῶν ἐπιγεγραμμένων χρημάτων ἐστιν οὗτος ἀγών, ἀλλʼ ἐμοὶ μὲν περὶ τούτων, ὑμῖν δὲ περὶ τῶν ὀλίγῳ πρότερον εἰρημένων· ὑπὲρ ὧν οὐδεὶς οὔτʼ ἂν εἰπεῖν ἀξίως δύναιτο οὔτʼ ἂν τίμημʼ ἱκανὸν ἐπιγράψαιτο. 18.34τοσοῦτον γὰρ αὕτη διαφέρει τῶν ἄλλων δικῶν, ὥστε τῶν μὲν τοῖς ἀγωνιζομένοις μόνον προσήκει, ταύτῃ δὲ τὸ κοινὸν τῆς πόλεως συγκινδυνεύει. περὶ ταύτης δύʼ ὅρκους ὀμόσαντες δικάζετε, τὸν μὲν, ὅνπερ ἐπὶ ταῖς ἄλλαις εἴθισθε, τὸν δʼ ὃν ἐπὶ ταῖς συνθήκαις ἐποιήσασθε. ταύτην ἀδίκως γνόντες οὐ τοὺς τῆς πόλεως μόνον νόμους ἀλλὰ καὶ τοὺς ἁπάντων κοινοὺς παραβήσεσθε. ὥστʼ οὐκ ἄξιον οὔτε κατὰ χάριν οὔτε κατʼ ἐπιείκειαν οὔτε κατʼ ἄλλʼ οὐδὲν κατὰ τοὺς ὅρκους περὶ αὐτῶν ψηφίσασθαι.

18.35ὡς μὲν οὖν note χρὴ καὶ συμφέρει καὶ δίκαιον ὑμᾶς ἐστὶν οὕτω περὶ τῶν συνθηκῶν γιγνώσκειν, οὐδʼ αὐτὸν ἡγοῦμαι Καλλίμαχον ἀντερεῖν· οἶμαι δʼ αὐτὸν ὀδυρεῖσθαι τὴν παροῦσαν πενίαν καὶ τὴν γεγενημένην αὑτῷ συμφοράν, καὶ λέξειν ὡς δεινὰ καὶ σχέτλια πείσεται, εἰ τῶν χρημάτων, ὧν ἐπὶ τῆς ὀλιγαρχίας ἀφῃρέθη, τούτων ἐν δημοκρατίᾳ τὴν ἐπωβελίαν ὀφλήσει, καὶ εἰ τότε μὲν διὰ τὴν οὐσίαν τὴν αὑτοῦ φυγεῖν ἠναγκάσθη, νυνὶ δʼ ἐν χρόνῳ προσῆκεν αὑτὸν δίκην λαβεῖν, ἅτιμος γενήσεται. 18.36κατηγορήσει δὲ καὶ τῶν ἐν τῇ μεταστάσει γενομένων, ὡς ἐκ τούτων μάλισθʼ ὑμᾶς εἰς ὀργὴν καταστήσων· ἴσως γὰρ τινος ἀκήκοεν, ὡς ὑμεῖς, ὅταν μὴ τοὺς ἀδικοῦντας λάβητε, τοὺς ἐντυγχάνοντας κολάζετε. ἐγὼ δʼ οὔθʼ ὑμᾶς ταύτην ἔχειν τὴν γνώμην ἡγοῦμαι, πρὸς τε τοὺς ὑπειρημένους λόγους ῥᾲδιον ἁντειπεῖν νομίζω. 18.37πρὸς οὖν τοὺς ὀδυρμούς, ὅτι προσήκει βοηθεῖν ὑμᾶς, οὐχ οἵτινες ἂν δυστυχεστάτους σφᾶς αὐτοὺς ἀποδείξωσιν, ἀλλʼ οἵτινες ἂν περὶ ὧν ἀντωμόσαντο δικαιότερα λέγοντες φάνωνται. περὶ δὲ τῆς ἐπωβελίας, εἰ μὲν ἐγὼ τούτων τῶν πραγμάτων αἴτιος ἦν, εἰκότως ἂν αὐτῷ μέλλοντι ζημιώσεσθαι συνήχθεσθε· νῦν δʼ οὗτος ἐστιν συκοφαντῶν, ὥστʼ οὐδὲν ἂν δικαίως αὐτοῦ λέγοντος ἀποδέχοισθε. 18.38ἔπειτα κἀκεῖνο χρὴ σκοπεῖν, ὅτι πάντες οἱ κατελθόντες ἐκ Πειραιέως ἔχοιεν ἂν τοὺς αὐτοὺς λόγους εἰπεῖν, οὕσπερ οὗτος, ὧν οὐδεὶς ἄλλος τετόλμηκε τοιαύτην δίκην εἰσελθεῖν. Καίτοι χρὴ μισεῖν ὑμᾶς τοὺς τοιούτους καὶ κακοὺς πολίτας νομίζειν, οἵτινες ταῖς μὲν συμφοραῖς ὁμοίαις τῷ πλήθει κέχρηνται, τὰς δὲ τιμωρίας διαφόρους τῶν ἅλλων ἀξιοῦσι ποιεῖσθαι. 18.39πρὸς δὲ τούτοις ἔτι καὶ νῦν ἔξεστιν αὐτῷ, πρὶν ἀποπειραθῆναι τῆς ὑμετὲρας γνώμης, ἀφέντι τὴν δίκην ἀπηλλάχθαι πάντων τῶν πραγμάτων. καίτοι πῶς οὐκ ἄλογόν ἐστιν ἐν τούτῳ τῷ κινδύνῳ ζητεῖν αὐτόν ἐλέου παρʼ ὑμῶν τυγχάνειν, οὗ κύριος αὐτός ἐστι, καὶ εἰς αὐτὸς αὑτὸν καθίστησι, καὶ ἔτι καὶ νῦν ἔξεστιν αὐτῷ μὴ κινδυνεύειν; 18.40ἂν δʼ ἄρα μέμνηται τῶν ἐπὶ τῆς ὀλιγαρχίας γεγενημένων, ἁξιοῦτε αὐτὸν μὴ ʼκείνων κατηγορεῖν, ὑπὲρ ὧν οὐδεὶς ἀπολογήσεται, ἀλλʼ ὡς ἐγὼ τὰ χρήματα εἴληφα διδάσκειν, περὶ οὗπερ ὑμᾶς δεῖ ψηφίζεσθαι, μηδʼ ὡς αὐτός δεινὰ πέπονθεν ἀποφαίνειν, ἀλλʼ ὡς ἐγὼ πεποίηκα ἐξελέγχειν, παρʼ οὗπερ ἀξιοῖ τἀπολωλότα κομίζεσθαι· 18.41ἐπεὶ κακῶς γʼ αὑτὸν πράττοντα ἐπιδεῖξαι καὶ πρὸς ἄλλον ὁντινοῦν ἀγωνιζόμενος τῶν πολιτῶν δύναται. καίτοι χρὴ μέγα παρʼ ὑμῖν δύνασθαι τῶν κατηγοριῶν, οὐχ αἷς ἔξεστι χρῆσθαι καὶ πρὸς τοὺς μηδέν ἡμαρτηκότας, ἀλλʼ ἃς οὐχ οἷόν τʼ εἰπεῖν ἀλλʼ κατὰ τῶν ἠδικηκότων. πρὸς μὲν οὖν τούτους τοὺς λόγους καὶ ταῦτʼ ἴσως ἀρκέσει καὶ τάχʼ ἀντειπεῖν ἐξέσται.

18.42ἐνθυμεῖσθε δʼ, εἰ καὶ τῳ δόξω δὶς περὶ τῶν αὐτῶν λέγειν, ὅτι πολλοὶ προσέχουσι ταύτῃ τῇ δίκῃ τὸν νοῦν, οὐ τῶν ἡμετέρων πραγμάτων φροντίζοντες, ἀλλʼ ἡγούμενοι περὶ τῶν συνθηκῶν εἶναι τὴν κρίσιν. οὓς ὑμεῖς τὰ δίκαια γνόντες ἀδεῶς οἰκεῖν ἐν τῇ πόλει ποιήσετε· εἰ δὲ μή, πῶς οἴεσθε διακείσεσθαι τοὺς ἐν ἄστει μείναντας, ἤν ὁμοίως ἅπασιν ὀργιζόμενοι φαίνησθε τοῖς μετασχοῦσι τῆς πολιτείας; 18.43τίνα δὲ γνώμην ἕξειν τοὺς μικρὸν ἁμάρτημα σφίσιν αὐτοῖς συνειδότας, ὅταν ὁρῶσι μηδὲ τοὺς κοσμίως πεπολιτευμένους τῶν δικαίων τυγχάνοντας; πόσην δὲ χρὴ προσδοκᾶν ἔσεσθαι ταραχήν, ὅταν οἱ μὲν ἐπαρθῶσι συκοφαντεῖν ὡς ὑμῶν αὐτοῖς ἤδη ταὔτʼ ἐγνωκότων, οἱ δὲ δεδίωσι τὴν παροῦσαν πολιτείαν ὡς οὐδεμιᾶς αὐτοῖς ἔτι καταφυγῆς ὑπαρχούσης; 18.44ἆρʼ οὐκ ἄξιον φοβεῖσθαι μὴ συγχυθέντων τῶν ὅρκων πάλιν εἰς ταὐτὰ καταστῶμεν ἐξ ὧνπερ ἠναγκάσθημεν τὰς συνθήκας ποιήσασθαι; καὶ μὴν οὐ δεῖ γʼ ὑμᾶς παρʼ ἑτέρων μαθεῖν. ὅσον ἐστὶν ὁμόνοια ἀγαθὸν στάσις κακόν· οὕτω γὰρ ἀμφοτέρων σφόδρα πεπείρασθε, ὥστε καὶ τοὺς ἄλλους ὑμεῖς ἄριστʼ ἂν διδάξαιτε περὶ αὐτῶν.

18.45ἵνα δὲ δοκῶ διὰ τοῦτο πολὺν χρόνον περὶ τὰς συνθήκας διατρίβειν, ὅτι ῥᾴδιόν ἐστι περὶ αὐτῶν πολλὰ καὶ δίκαια εἰπεῖν, τοσοῦτον ὑμῖν ἔτι διακελεύομαι μνημονεύειν, ὅταν φέρητε τὴν ψῆφον, ὅτι πρὶν μὲν ποιήσασθαι ταύτας ἐπολεμοῦμεν, οἱ μὲν τὸν κύκλον ἔχοντες, οἱ δὲ τὸν Πειραιᾶ κατειληφότες, μᾶλλον ἀλλήλους μισοῦντες τοὺς ὑπὸ τῶν προγόνων πολεμίους ἡμῖν καταλειφθέντας, 18.46ἐπειδὴ δὲ τὰς πὶστεις ἀλλήλοις ἔδομεν εἰς ταὐτὸν συνελθόντες, οὕτω καλῶς καὶ κοινῶς πολιτευόμεθα, ὤσπερ οὐδεμιᾶς ἡμῖν συμφορᾶς γεγενημένης. καὶ τότε μὲν ἀμαθεστάτους καὶ δυστυχεστάτους πάντες ἡμᾶς ἐνόμιζον· νῦν δʼ εὐδαιμονέστατοι καὶ σωφρονέστατοι τῶν Ἑλλήνων δοκοῦμεν εἶναι. 18.47ὥστʼ ἄξιον οὐ μόνον τηλικαύταις ζημίαις κολάζειν τοὺς παραβαίνειν τολμῶντας τὰς συνθήκας ἀλλὰ ταῖς ἐσχάταις, ὡς τῶν μεγίστων κακῶν αἰτίους ὄντας, ἄλλως τε καὶ τοὺς ὥσπερ Καλλίμαχος βεβιωκότας. ὃς δέκα μὲν ἔτη συνεχῶς ὑμῖν Λακεδαιμονίων πολεμησάντων οὐδὲ μίαν παρέσχεν αὑτὸν ἡμέραν τάξαι τοῖς στρατηγοῖς, 18.48ἀλλʼ ἐκεῖνον μὲν τὸν χρόνον διετέλεσεν ἀποδιδράσκων καὶ τὴν οὐσίαν ἀποκρυπτόμενος, ἐπειδὴ δʼ οἱ τριάκοντα κατέστησαν, τηνικαῦτα κατέπλευσεν εἰς τὴν πόλιν. καὶ φησὶ μὲν εἶναι δημοτικός, τοσούτῳ δὲ μᾶλλον τῶν ἄλλων ἐπεθύμει μετασχεῖν ἐκείνης τῆς πολιτείας, ὥστʼ οὐδʼ εἰ κακῶς ἔπαθεν, ἠξίωσεν ἀπελθεῖν, ἀλλʼ ᾑρεῖτο μετὰ τῶν ἡμαρτηκότων εἰς αὑτὸν πολιορκεῖσθαι μᾶλλον μεθʼ ὑμῶν τῶν συνηδικημένων πολιτεύεσθαι. 18.49καὶ μέχρι τῆς ἡμέρας ἐκείνης παρέμεινε μετέχων τῆς πολιτείας, ἐν προσβαλεῖν ἠμέλλετε πρὸς τὸ τεῖχος· τότε δʼ ἐξῆλθεν, οὐ τὰ παρόντα μισήσας ἀλλὰ δείσας τὸν ἐπιόντα κίνδυνον, ὡς ὕστερον ἐδήλωσεν. ἐπειδὴ γὰρ Λακεδαιμονίων ἐλθόντων δῆμος ἐν τῷ Πειραιεῖ κατεκλείσθη, πάλιν ἐκεῖθεν διαδρὰς ἐν Βοιωτοῖς διῃτᾶτο· ὥστʼ αὐτῷ προσήκει μετὰ τῶν αὐτομόλων ἀναγεγράφθαι πολὺ μᾶλλον τῶν φυγόντων ὀνομάζεσθαι. 18.50καὶ τοιοῦτος γεγενημένος καὶ περὶ τοὺς ἐκ Πειραιέως καὶ περὶ τοὺς ἐν ἄστει μείναντας καὶ περὶ πᾶσαν τὴν πόλιν, οὐκ ἀγαπᾷ τῶν ἴσων τυγχάνειν τοῖς ἄλλοις ἀλλὰ ζητεῖ πλέον ἔχειν ὑμῶν, ὥσπερ μόνος ἀδικηθεὶς βέλτιστος ὢν πολιτῶν μεγίσταις συμφοραῖς διʼ ὑμᾶς κεχρημένος πλείστων ἀγαθῶν αἴτιος τῇ πόλει γεγενημένος.

18.51ἠβουλόμην δʼ ἂν ὑμᾶς ὁμοίως ἐμοὶ γιγνώσκειν αὐτόν, ἵνʼ αὐτῷ μὴ τῶν ἀπολωλότων συνήχθεσθε ἀλλὰ τῶν ὑπολοίπων ἐφθονεῖτε. νῦν δὲ περὶ μὲν τῶν ἄλλων ὅσοις ἐπιβεβούλευκε, καὶ δὶκας οἵας δεδίκασται καὶ γραφὰς ἃς note εἰσελήλυθε, καὶ μεθʼ ὧν συνέστηκε καὶ καθʼ ὧν τὰ ψευδῆ μεμαρτύρηκεν, οὐδʼ ἂν δὶς τοσοῦτον ὕδωρ ἱκανὸν διηγήσασθαι γένοιτο· 18.52 ἓν δὲ μόνον ἀκούσαντες τῶν τούτῳ πεπραγμένων ῥᾳδίως καὶ τὴν ἄλλην αὐτοῦ πονηρίαν γνώσεσθε.

Κρατῖνος γὰρ ἠμφισβήτησε χωρίου τῷ τούτου κηδεστῇ. μάχης δʼ αὐτοῖς γενομένης, ὑποκρυψάμενοι θεράπαιναν ᾐτιῶντο τὸν Κρατῖνον συντρῖψαι τῆς κεφαλῆς αὐτῆς, ἐκ δὲ τραύματος φάσκοντες ἀποθανεῖν τὴν ἄνθρωπον λαγχάνουσιν αὐτῷ φόνου δίκην ἐπὶ Παλλαδίῳ. 18.53πυθόμενος δʼ Κρατῖνος τὰς τούτων ἐπιβουλὰς τὸν μὲν ἄλλον χρόνον ἡσυχίαν ἦγεν, ἵνα μὴ μεταθεῖντο τὸ πρᾶγμα μηδʼ ἑτέρους λόγους ἐξευρίσκοιεν, ἀλλʼ ἐπʼ αὐτοφώρῳ ληφθεῖεν κακουργοῦντες· ἐπειδὴ δʼ κηδεστὴς μὲν ἦν τούτου κατηγορηκώς, οὗτος δὲ μεμαρτυρηκὼς μὴν τεθνάναι τὴν ἄνθρωπον, 18.54ἐλθόντες εἰς τὴν οἰκίαν ἵνʼ ἦν κεκρυμμένη, βίᾳ λαβόντες αὐτὴν καὶ ἀγαγόντες ἐπὶ τὸ δικαστήριον ζῶσαν ἅπασι τοῖς παροῦσιν ἐπέδειξαν. ὥσθʼ ἑπτακοσίων μὲν δικαζόντων, τεττάρων δὲ καὶ δέκα μαρτυρησάντων ἅπερ οὗτος, οὐδεμίαν ψῆφον μετέλαβε. note

καί μοι κάλει τούτων μάρτυρας. Μάρτυρες

18.55τίς οὖν ἀξίως δύναιτο κατηγορῆσαι τῶν τούτῳ πεπραγμένων; τίς ἂν εὑρεῖν ἔχοι παράδειγμα μεῖζον ἀδικίας καὶ συκοφαντίας καὶ πονηρίας; ἔνια μὲν γὰρ τῶν ἀδικημάτων οὐκ ἂν ὅλον τὸν τρόπον δηλώσειε τῶν ἀδικησάντων, ἐκ δὲ τῶν τοιούτων ἔργων ἅπαντα τὸν βίον τῶν ἐξαμαρτανόντων ῥᾴδιον κατιδεῖν ἐστίν. 18.56ὅστις γὰρ τοὺς ζῶντας τεθνάναι μαρτυρεῖ, τίνος ἂν ὑμῖν ἀποσχέσθαι δοκεῖ; ὅστις ἐπὶ τοῖς ἀλλοτρίοις πράγμασιν οὕτω πονηρός ἐστι, τί οὐκ ἂν ἐπὶ τοῖς αὑτοῦ τολμήσειεν; πῶς δὲ χρὴ τούτῳ πιστεύειν ὑπὲρ αὑτοῦ λέγοντι, ὃς ὑπὲρ ἑτέρων ἐπιορκῶν ἐξελέγχεται; τίς δὲ πώποτε φανερώτερον ἐπεδείχθη τὰ ψευδῆ μαρτυρῶν; τοὺς μὲν γὰρ ἄλλους ἐκ τῶν λεγομένων κρίνετε, τὴν δὲ τούτου μαρτυρίαν, ὅτι ψευδὴς ἦν, εἶδον οἱ δικάζοντες. 18.57καὶ τοιαῦθʼ ἡμαρτηκὼς ἐπιχειρήσει λέγειν, ὡς ψευδόμεθα, ὅμοιον ἐργαζόμενος, ὥσπερ ἂν εἴ τῳ Φρυνώνδας πανουργίαν ὀνειδίσειεν Φιλουργὸς τὸ Γοργόνειον ὑφελόμενος τοὺς ἄλλους ἱεροσύλους ἔφασκεν εἶναι. τίνα δὲ προσήκει τῶν μὴ γενομένων παρασχέσθαι μάρτυρας μᾶλλον τοῦτον, ὃς αὐτὸς ἑτέροις τὰ ψευδῆ τολμᾷ μαρτυρεῖν;

18.58ἀλλὰ γὰρ Καλλιμάχου μὲν ἐξέσται πολλάκις κατηγορεῖν, οὕτω γὰρ παρεσκεύασται πολιτεύεσθαι, περὶ δʼ ἐμαυτοῦ τὰς μὲν ἄλλας ἁπάσας παραλείψω λειτουργίας, ἧς δʼ οὐ μόνον ἄν μοι δικαίως ἔχοιτε χάριν ἀλλὰ καὶ τεκμηρίῳ χρήσαισθε περὶ τοῦ παντὸς πράγματος, ταύτης δὲ μνησθήσομαι πρὸς ὑμᾶς. 18.59ὅτε γὰρ πόλις ἀπώλεσε τὰς ναῦς τὰς ἐν Ἑλλησπόντῳ καὶ τῆς δυνάμεως ἐστερήθη, τῶν μὲν πλείστων τριηράρχων τοσοῦτον διήνεγκον, ὅτι μετʼ ὀλίγων ἔσωσα τὴν ναῦν, αὐτῶν δὲ τούτων, ὅτι καταπλεύσας εἰς τὸν Πειραιᾶ μόνος οὐ κατέλυσα τὴν τριηραρχίαν, 18.60ἀλλὰ τῶν ἄλλων ἀσμένως ἀπαλλαττομένων τῶν λῃτουργιῶν καὶ πρὸς τὰ παρόντʼ ἀθύμως διακειμένων, καὶ τῶν μὲν ἀνηλωμένων αὐτοῖς μεταμέλον, τὰ δὲ λοιπὰ ἀποκρυπτομένων, καὶ νομιζόντων τὰ μὲν κοινὰ διεφθάρθαι, τὰ δʼ ἴδια σκοπουμένων, οὐ τὴν αὐτὴν ἐκείνοις γνώμην ἔσχον, ἀλλὰ πείσας τὸν ἀδελφὸν συντριηραρχεῖν, παρʼ ἡμῶν αὐτῶν μισθὸν διδόντες τοῖς ναύταις κακῶς ἐποιοῦμεν τοὺς πολεμίους. 18.61τὸ δὲ τελευταῖον πρὸ εἰπόντος Λυσάνδρου, εἴ τις εἰσάγοι σῖτον ὡς ὑμᾶς, θάνατον τὴν ζημίαν, οὕτω φιλοτίμως εἴχομεν πρὸς τὴν πόλιν, ὥστε τῶν ἄλλων οὐδὲ τὸν σφέτερον αὐτῶν εἰσάγειν τολμώντων ἡμεῖς τὸν ὡς ἐκείνους εἰσπλέοντα λαμβάνοντες εἰς τὸν Πειραιᾶ κατήγομεν. ἀνθʼ ὧν ὑμεῖς ἐψηφίσασθʼ ἡμᾶς στεφανῶσαι καὶ πρόσθε τῶν ἐπωνύμων ἀνειπεῖν ὡς μεγάλων ἀγαθῶν αἰτίους ὄντας. 18.62καίτοι χρὴ τούτους δημοτικοὺς νομίζειν, οὐχ ὅσοι κρατοῦντος τοῦ δήμου μετασχεῖν τῶν πραγμάτων ἐπεθύμησαν, ἀλλʼ οἳ δυστυχησάσης τῆς πόλεως προκινδυνεύειν ὑμῶν ἠθέλησαν, καὶ χάριν ἔχειν, οὐκ εἴ τις αὐτὸς κακῶς πέπονθεν, ἀλλʼ εἴ τις ὑμᾶς εὖ πεποίηκε, καὶ πένητας γενομένους ἐλεεῖν οὐ τοὺς ἀπολωλεκότας τὴν οὐσίαν ἀλλὰ τοὺς εἰς ὑμᾶς ἀνηλωκότας. 18.63ὧν εἷς ἐγὼ φανήσομαι γεγενημένος, ὃς πάντων ἂν εἴην δυστυχέστατος, εἰ πολλὰ τῶν ἐμαυτοῦ δεδαπανημένος εἰς τὴν πόλιν εἶτα δόξαιμι τοῖς ἀλλοτρίοις ἐπιβουλεύειν καὶ περὶ μηδενὸς ποιεῖσθαι τὰς παρʼ ὑμῖν διαβολάς, ὃς οὐ μόνον τὴν οὐσίαν ἀλλὰ καὶ τὴν ψυχὴν τὴν ἐμαυτοῦ περὶ ἐλάττονος φαίνομαι ποιούμενος τοῦ παρʼ ὑμῖν εὐδοκιμεῖν. 18.64τῷ δʼ οὐκ ἂν ὑμῶν μεταμελήσειεν, εἰ καὶ μὴ παραχρῆμα ἀλλʼ ὀλίγον ὕστερον, εἰ τὸν μὲν συκοφάντην ἴδοιτε πλούσιον γεγενημένον, ἐμὲ δʼ ἐξ ὧν ὑπέλιπον λῃτουργῶν, καὶ τούτων ἐκπεπτωκότα; καὶ τὸν μὲν μηδὲ πώποτε ὑπὲρ ὑμῶν κινδυνεύσαντα μεῖζον καὶ τῶν νόμων καὶ τῶν συνθηκῶν δυνάμενον, 18.65ἐμὲ δὲ τὸν οὕτω πρόθυμον περὶ τὴν πόλιν γεγενημένον μηδὲ τῶν δικαίων ἀξιούμενον τυγχάνειν; τίς δʼ οὐκ ἂν ὑμῖν ἐπιτιμήσειεν, εἰ πεισθέντες ὑπὸ τῶν Καλλιμάχου λόγων τοσαύτην πονηρίαν ἡμῶν καταγνοίητε, οὓς ἐκ τῶν ἔργων κρίναντες διʼ ἀνδραγαθίαν ἐστεφανώσατε, ὅτʼ οὐδʼ οὕτω ῥᾴδιον ἦν ὥσπερ νῦν τυχεῖν ταύτης τῆς τιμῆς;

18.66τοὐναντίον δʼ ἡμῖν συμβέβηκεν τοῖς ἄλλοις· οἱ μὲν γὰρ ἄλλοι τοὺς εἰληφότας τὰς δωρεὰς ὑπομιμνῄσκουσιν, ἡμεῖς δʼ ὑμᾶς τοὺς δεδωκότας ἀξιοῦμεν μνημονεύειν, ἵνʼ ὑμῖν τεκμήριον τῶν εἰρημένων ἁπάντων καὶ τῶν ἐπιτηδευμάτων τῶν ἡμετέρων γένηται. 18.67δῆλον δʼ ὅτι ταύτης τῆς τιμῆς ἀξίους ἡμᾶς αὐτοὺς παρείχομεν, οὐχ ἵνʼ ὀλιγαρχίας γενομένης τἀλλότρια διαρπάζοιμεν, ἀλλʼ ἵνα σωθείσης τῆς πόλεως οἵ τʼ ἄλλοι τὰ σφέτερʼ αὐτῶν ἔχοιεν, ἡμῖν τε παρὰ τῷ πλήθει τῶν πολιτῶν χάρις ὀφείλοιτο· ἣν ὑμᾶς note νῦν ἀπαιτοῦμεν, οὐ πλέον ἔχειν τοῦ δικαίου ζητοῦντες, ἀλλʼ ἀποφαίνοντες μὲν ὡς οὐδὲν ἀδικοῦμεν, ἀξιοῦντες δὲ note τοῖς ὅρκοις καὶ ταῖς συνθήκαις ἐμμένειν. note 18.68καὶ γὰρ ἄν εἴη δεινὸν εἰ τοὺς μὲν ἠδικηκότας τιμωρίας ἀφεῖναι κύριαι γένοιντο, note ἐφʼ ἡμῖν δὲ τοῖς εὖ πεποιηκόσιν ἄκυροι κατασταθεῖεν. ἄξιον δὲ τὴν παροῦσαν τύχην διαφυλάττειν, ἐνθυμουμένους, ὅτι ἑτέρας μὲν πόλεις ἐποίησαν ἤδη συνθῆκαι μᾶλλον note στασιάσαι, τὴν δʼ ἡμετέραν μᾶλλον ὁμονοεῖν. ὧν χρὴ μεμνημένους ἅμα τά τε δίκαια καὶ τὰ συμφέροντα ψηφίσασθαι.



Isocrates, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Isoc.].
<<Isoc. 17 Isoc. 18 (English) >>Isoc. 19

Powered by PhiloLogic