Isocrates, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Isoc.]. | ||
<<Isoc. 7.20 | Isoc. 7.24 (English) | >>Isoc. 7.28 |
7.22τὴν δὲ κατὰ τὴν ἀξίαν ἕκαστον τιμῶσαν καὶ κολάζουσαν προῃροῦντο , καὶ διὰ ταύτης ᾤκουν τὴν πόλιν , οὐκ ἐξ ἁπάντων τὰς ἀρχὰς κληροῦντες , ἀλλὰ τοὺς βελτίστους καὶ τοὺς ἱκανωτάτους ἐφʼ ἕκαστον τῶν ἔργων προκρίνοντες . τοιούτους γὰρ ἤλπιζον ἔσεσθαι καὶ τοὺς ἄλλους , οἷοί περ ἂν ὦσιν οἱ τῶν πραγμάτων ἐπιστατοῦντες .
ἔπειτα καὶ δημοτικωτέραν ἐνόμιζον εἶναι ταύτην τὴν κατάστασιν ἢ τὴν διὰ τοῦ λαγχάνειν γιγνομένην ἐν μὲν γὰρ τῇ κληρώσει τὴν τύχην βραβεύσειν , καὶ πολλάκις λήψεσθαι τὰς ἀρχὰς τοὺς ὀλιγαρχίας ἐπιθυμοῦντας , ἐν δὲ τῷ προκρίνειν τοὺς ἐπιεικεστάτους τὸν δῆμον ἔσεσθαι κύριον ἑλέσθαι τοὺς ἀγαπῶντας μάλιστα τὴν καθεστῶσαν πολιτείαν .
αἴτιον δʼ ἦν τοῦ ταῦτα τοῖς πολλοῖς ἀρέσκειν καὶ μὴ περιμαχήτους εἶναι τὰς ἀρχάς , ὅτι μεμαθηκότες ἦσαν ἐργάζεσθαι καὶ φείδεσθαι , καὶ μὴ τῶν μὲν οἰκείων ἀμελεῖν τοῖς δʼ ἀλλοτρίοις ἐπιβουλεύειν , μηδʼ ἐκ τῶν δημοσίων τὰ σφέτερʼ αὐτῶν διοικεῖν , ἀλλʼ ἐκ τῶν ἑκάστοις ὑπαρχόντων , εἴ ποτε δεήσειε , τοῖς κοινοῖς ἐπαρκεῖν , μηδʼ ἀκριβέστερον εἰδέναι τὰς ἐκ τῶν ἀρχείων προσόδους ἢ τὰς ἐκ τῶν ἰδίων γιγνομένας αὑτοῖς . οὕτω δʼ ἀπείχοντο σφόδρα τῶν τῆς πόλεως ,
7.25ὥστε χαλεπώτερον ἦν ἐν ἐκείνοις τοῖς χρόνοις εὑρεῖν τοὺς βουλομένους ἄρχειν ἢ νῦν τοὺς μηδὲν δεομένους · οὐ γὰρ ἐμπορίαν ἀλλὰ λειτουργίαν ἐνόμιζον εἶναι τὴν τῶν κοινῶν ἐπιμέλειαν , οὐδʼ ἀπὸ τῆς πρώτης ἡμέρας ἐσκόπουν ἐλθόντες εἴ τι λῆμμα παραλελοίπασιν οἱ πρότερον ἄρχοντες , ἀλλὰ πολὺ μᾶλλον εἴ τινος πράγματος κατημελήκασι τῶν τέλος ἔχειν κατεπειγόντων .
7.23
7.24
Isocrates, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Isoc.]. | ||
<<Isoc. 7.20 | Isoc. 7.24 (English) | >>Isoc. 7.28 |