Isocrates, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Isoc.].
<<Isoc. 7.31 Isoc. 7.35 (English) >>Isoc. 7.38

7.33οὐ γὰρ ἐδεδίεσαν μὴ δυοῖν θάτερον πάθοιεν, πάντων στερηθεῖεν, πολλὰ πράγματα σχόντες μέρος τι κομίσαιντο τῶν προεθέντων· ἀλλʼ ὁμοίως ἐθάρρουν περὶ τῶν ἔξω δεδομένων ὥσπερ περὶ τῶν ἔνδον κειμένων. ἑώρων γὰρ τοὺς περὶ τῶν συμβολαίων κρίνοντας οὐ ταῖς ἐπιεικείαις χρωμένους, ἀλλὰ τοῖς νόμοις πειθομένους, 7.34οὐδʼ ἐν τοῖς τῶν ἄλλων ἀγῶσιν αὑτοῖς ἀδικεῖν ἐξουσίαν παρασκευάζοντας, ἀλλὰ μᾶλλον ὀργιζομένους τοῖς ἀποστεροῦσιν αὐτῶν τῶν ἀδικουμένων, καὶ νομίζοντας διὰ τοὺς ἄπιστα τὰ συμβόλαια ποιοῦντας μείζω βλάπτεσθαι τοὺς πένητας τῶν πολλὰ κεκτημένων· τοὺς μὲν γάρ, ἢν παύσωνται προϊέμενοι, μικρῶν προσόδων ἀποστερηθήσεσθαι, τοὺς δʼ, ἢν ἀπορήσωσι τῶν ἐπαρκούντων, εἰς τὴν ἐσχάτην ἔνδειαν καταστήσεσθαι. 7.35καὶ γάρ τοι διὰ τὴν γνώμην ταύτην οὐδεὶς οὔτʼ ἀπεκρύπτετο τὴν οὐσίαν οὔτʼ ὤκνει συμβάλλειν, ἀλλʼ ἥδιον ἑώρων τοὺς δανειζομένους τοὺς ἀποδιδόντας. ἀμφότερα γὰρ αὐτοῖς συνέβαινεν, ἅπερ ἂν βουληθεῖεν ἄνθρωποι νοῦν ἔχοντες· ἅμα γὰρ τούς τε πολίτας ὠφέλουν καὶ τὰ σφέτερʼ αὐτῶν ἐνεργὰ καθίστασαν. κεφάλαιον δὲ τοῦ καλῶς ἀλλήλοις ὁμιλεῖν· αἱ μὲν γὰρ κτήσεις ἀσφαλεῖς ἦσαν, οἷσπερ κατὰ τὸ δίκαιον ὑπῆρχον, αἱ δὲ χρήσεις κοιναὶ πᾶσι τοῖς δεομένοις τῶν πολιτῶν.

7.36ἴσως ἂν οὖν τις ἐπιτιμήσειε τοῖς εἰρημένοις, ὅτι τὰς μὲν πράξεις ἐπαινῶ τὰς ἐν ἐκείνοις τοῖς χρόνοις γεγενημένας, τὰς δʼ αἰτίας οὐ φράζω, διʼ ἃς οὕτω καλῶς καὶ τὰ πρὸς σφᾶς αὐτοὺς εἶχον καὶ τὴν πόλιν διῴκουν. ἐγὼ δʼ οἶμαι μὲν εἰρηκέναι τι καὶ τοιοῦτον, οὐ μὴν ἀλλʼ ἔτι πλείω καὶ σαφέστερον πειράσομαι διαλεχθῆναι περὶ αὐτῶν.



Isocrates, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Isoc.].
<<Isoc. 7.31 Isoc. 7.35 (English) >>Isoc. 7.38

Powered by PhiloLogic