Lysias, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Lys.].
<<Lys. 4 Lys. 5 (English) >>Lys. 6

Ὑπὲρ Καλλίου ἱεροσυλίας ἀπολογία

5.1εἰ μὲν περὶ ἄλλου τινὸς τοῦ σώματος, ἄνδρες δικασταί, Καλλίας ἠγωνίζετο, ἐξήρκει ἄν μοι καὶ τὰ παρὰ τῶν ἄλλων εἰρημένα· νῦν δέ μοι δοκεῖ αἰσχρὸν εἶναι, κελεύοντος καὶ δεομένου, καὶ φίλου ὄντος καὶ ἐμοὶ καὶ ἕως ἔζη τῷ πατρί, καὶ πολλῶν συμβολαίων ἡμῖν πρὸς ἀλλήλους γεγενημένων, μὴ βοηθῆσαι Καλλία τὰ δίκαια, ὅπως ἂν δύνωμαι. 5.2ἐνόμιζον μὲν οὖν οὕτως μετοικεῖν αὐτὸν ἐν ταύτῃ τῇ πόλει, ὥστε πολὺ πρότερον ἀγαθοῦ τινος τεύξεσθαι παρʼ ὑμῶν ἐπὶ τοιαύταις αἰτίαις εἰς τοσοῦτον κίνδυνον καταστήσεσθαι· νῦν δὲ οἱ ἐπιβουλεύοντες οὐχ ἧττον ἐπικίνδυνον ποιοῦσι τὸν βίον τοῖς μηδὲν ἀδικοῦσιν τοῖς πολλῶν κακῶν αἰτίοις οὖσιν. 5.3ὑμᾶς δὲ ἄξιον μὴ τοὺς μὲν τῶν θεραπόντων λόγους πιστοὺς νομίζειν, τοὺς δὲ τούτων ἀπίστους, ἐνθυμουμένους ὅτι Καλλίᾳ μὲν οὐδεὶς πώποτε οὔτʼ ἰδιώτης ἐνεκάλεσεν οὔτε ἄρχων, οἰκῶν δʼ ἐν ταύτῃ τῇ πόλει πολλὰ μὲν ἀγαθὰ ὑμᾶς ἐποίησεν, οὐδεμίαν δὲ σχὼν αἰτίαν εἰς τοῦτο τῆς ἡλικίας ἀφῖκται, οὗτοι δὲ ἐν ἅπαντι τῷ βίῳ μεγάλα ἡμαρτηκότες καὶ πολλῶν κακῶν πεπειραμένοι, ὥσπερ ἀγαθοῦ τινος αἴτιοι γεγενημένοι περὶ ἐλευθερίας νυνὶ ποιοῦνται τοὺς λόγους. καὶ οὐ θαυμάζω· 5.4ἴσασι γὰρ ὅτι, ἐὰν <μὲν> note ψευδόμενοι ἐλεγχθῶσιν, οὐδὲν μεῖζον τῶν ὑπαρχόντων πείσονται, ἐὰν δὲ ἐξαπατήσωσι, τῶν παρόντων κακῶν ἔσονται note ἀπηλλαγμένοι. καίτοι τοὺς τοιούτους οὔτε κατηγόρους οὔτε μάρτυρας πιστοὺς χρὴ νομίζειν εἶναι, οἵτινες αὐτοὶ μεγάλα κερδαίνοντες περὶ ἑτέρων ποιοῦνται τοὺς λόγους, ἀλλὰ πολὺ μᾶλλον ὅσοι τῷ δημοσίῳ βοηθοῦντες εἰς κινδύνους σφᾶς αὐτοὺς καθιστᾶσιν. 5.5ἄξιον δέ μοι δοκεῖ εἶναι οὐ τούτων ἴδιον ἡγεῖσθαι τὸν ἀγῶνα, ἀλλὰ κοινὸν ἁπάντων τῶν ἐν τῇ πόλει· οὐ γὰρ τούτοις μόνοις εἰσὶ θεράποντες, ἀλλὰ καὶ τοῖς ἄλλοις ἅπασιν, οἳ πρὸς τὴν τούτων τύχην ἀποβλέποντες οὐκέτι σκέψονται τι <ἂν> note ἀγαθὸν εἰργασμένοι τοὺς δεσπότας ἐλεύθεροι γένοιντο, ἀλλʼ τι ψεῦδος περὶ αὐτῶν μηνύσαντες



Lysias, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Lys.].
<<Lys. 4 Lys. 5 (English) >>Lys. 6

Powered by PhiloLogic