Pausanias, Description of Greece (XML Header) [genre: prose] [word count] [lemma count] [Paus.].
<<Paus. 10.17.5 Paus. 10.17.8 (English) >>Paus. 10.17.11

10.17.7ὕστερον μέντοι πολλοῖς ἔτεσιν οἱ Λίβυες ἐπεραιώθησάν τε αὖθις ἐς τὴν νῆσον στόλῳ μείζονι καὶ ἦρξαν ἐς τὸ Ἑλληνικὸν πολέμου. τὸ μὲν δὴ Ἑλληνικὸν ἐς ἅπαν ἐπέλαβε φθαρῆναι, ὀλίγον ἐγένετο ἐξ αὐτοῦ τὸ ὑπολειφθέν· οἱ δὲ Τρῶες ἐς τῆς νήσου τὰ ὑψηλὰ ἀναφεύγουσι, καταλαβόντες δὲ ὄρη δύσβατα ὑπὸ σκολόπων τε καὶ κρημνῶν Ἰλιεῖς μὲν ὄνομα καὶ ἐς ἐμὲ ἔτι ἔχουσι, Λίβυσι μέντοι τὰς μορφὰς καὶ τῶν ὅπλων τὴν σκευὴν καὶ ἐς τὴν πᾶσαν δίαιταν ἐοίκασιν.

10.17.8ἔστι δὲ νῆσος οὐ πολὺ ἀπέχουσα τῆς Σαρδοῦς, Κύρνος ὑπὸ Ἑλλήνων, ὑπὸ δὲ Λιβύων τῶν ἐνοικούντων καλουμένη Κορσική. ἐκ ταύτης μοῖρα οὐκ ἐλαχίστη στάσει πιεσθεῖσα ἀφίκετο ἐς τὴν Σαρδώ, καὶ ᾤκησαν τῆς χώρας ἀποτεμόμενοι τῆς ἐν τοῖς ὄρεσιν· ὑπὸ μέντοι τῶν ἐν τῇ Σαρδοῖ τῷ ὀνόματι ὀνομάζονται τῷ οἴκοθεν Κορσοί. 10.17.9Καρχηδόνιοι δὲ ὅτε ναυτικῷ μάλιστα ἴσχυσαν, κατεστρέψαντο μὲν καὶ ἅπαντας τοὺς ἐν τῇ Σαρδοῖ πλὴν Ἰλιέων τε καὶ Κορσῶντούτοις δὲ μὴ ἐς δουλείαν ὑπαχθῆναι τὸ ἐχυρὸν ἤρκεσε τῶν ὀρῶν—, ᾤκισαν δὲ ἐν τῇ νήσῳ καὶ αὐτοὶ πόλιν οἱ Καρχηδόνιοι Κάραλίν τε καὶ Σύλκους. τοῦ δὲ ἐπικουρικοῦ τῶν Καρχηδονίων Λίβυες Ἴβηρες ἐς ἀμφισβήτησιν λαφύρων ἀφικόμενοι καὶ ὡς εἶχον ὀργῆς ἀποστάντες ἐσῳκίσαντο ἐς τὰ ὑψηλὰ καὶ οὗτοι τῆς νήσου. Βαλαροὶ τὸ ὄνομά ἐστιν αὐτοῖς κατὰ γλῶσσαν τὴν Κυρνίων· Βαλαροὺς γὰρ τοὺς φυγάδας καλοῦσιν οἱ Κύρνιοι.



Pausanias, Description of Greece (XML Header) [genre: prose] [word count] [lemma count] [Paus.].
<<Paus. 10.17.5 Paus. 10.17.8 (English) >>Paus. 10.17.11

Powered by PhiloLogic