Pausanias, Description of Greece (XML Header) [genre: prose] [word count] [lemma count] [Paus.].
<<Paus. 10.22.9 Paus. 10.22.12 (English) >>Paus. 10.23.2

10.22.11καί πως ἐπʼ ἐκείνης συνέβαινε τῆς ἡμέρας τήν τε ὁμίχλην κατὰ τοῦ ὄρους καταχεῖσθαι πολλὴν καὶ ἀμαυρὸν ὑπʼ αὐτῆς εἶναι τὸν ἥλιον, ὥστε τῶν Φωκέων τοῖς ἔχουσιν ἐπὶ τῇ ἀτραπῷ τὴν φρουρὰν οὐ πρότερον ἐπιόντες οἱ βάρβαροι παρέσχοντο αἴσθησιν πρὶν πλησίον ἐγεγόνεσαν. ἐνταῦθα δὲ οἱ μὲν μάχης ἦρχον, οἱ δὲ ἠμύνοντο ἐρρωμένως, τέλος δὲ ἐβιάσθησαν καὶ ἀναχωροῦσιν ἀπὸ τῆς ἀτραποῦ· καταδραμόντες μέντοι παρὰ τοὺς συμμάχους καὶ ἀπαγγείλαντες τὰ παρόντα ἔφθησαν πρὶν ἀκριβῆ καὶ πανταχόθεν τελέαν γενέσθαι τοῦ Ἑλληνικοῦ τὴν κύκλωσιν. 10.22.12ἔνθα δὴ οἱ ἐπὶ τῶν τριήρων Ἀθηναῖοι φθάνουσιν ὑπεξαγαγόντες ἐκ τῶν Θερμοπυλῶν τὸ Ἑλληνικόν· καὶ οἱ μὲν κατὰ τὰς πατρίδας ἕκαστοι τὰς αὑτῶν ἐσκεδάσθησαν, δὲ Βρέννος οὐδένα ἔτι ἐπισχὼν χρόνον, πρὶν τοὺς ἀπὸ τοῦ στρατοπέδου τοῦ σὺν τῷ Ἀκιχωρίῳ παραγενέσθαι, τὴν ὁδὸν ἐποιεῖτο ἐπὶ τοὺς Δελφούς. οἱ δὲ καταφεύγουσιν ὑπὸ δείματος ἐπὶ τὸ χρηστήριον· καὶ θεὸς σφᾶς οὐκ εἴα φοβεῖσθαι, φυλάξειν δὲ αὐτὸς ἐπηγγέλλετο τὰ ἑαυτοῦ. 10.22.13οἱ δὲ ἀφικόμενοι τιμωρεῖν τῷ θεῷ τοσοίδε ἐγένοντο Ἑλλήνων· Φωκεῖς μὲν ἀπὸ τῶν πόλεων πασῶν, ἐκ δὲ Ἀμφίσσης ὁπλῖται τετρακόσιοι, παρὰ δὲ Αἰτωλῶν ὀλίγοι μέν τινες αὐτίκα, ὅτε ἐπύθοντο ἐς τὸ πρόσω χωροῦντας τοὺς βαρβάρους, διακοσίους δὲ καὶ χιλίους Φιλόμηλος ἤγαγεν ὕστερον. τὸ δὲ μάλιστα ἐν ἀκμῇ τῶν Αἰτωλῶν ἐτράπετο ἐπὶ τὴν μετὰ τοῦ Ἀκιχωρίου στρατιάν, καὶ μάχης μὲν οὐκ ἦρχον, ὁδευόντων δὲ ἐπέκειντο ἀεὶ τοῖς ἐσχάτοις ἁρπάζοντές τε τὰ τῶν σκευαγωγούντων καὶ αὐτοὺς τοὺς ἄνδρας φονεύοντες· καὶ πορεία κατὰ ταύτην μάλιστα ἐγίνετό σφισι βραδεῖα τὴν αἰτίαν. κατέλιπε δὲ καὶ περὶ τὴν Ἡράκλειαν Ἀκιχώριος μοῖραν, οἳ ἔμελλον φρουρήσειν τὰ ἐπὶ τοῦ στρατοπέδου χρήματα.



Pausanias, Description of Greece (XML Header) [genre: prose] [word count] [lemma count] [Paus.].
<<Paus. 10.22.9 Paus. 10.22.12 (English) >>Paus. 10.23.2

Powered by PhiloLogic