Pausanias, Description of Greece (XML Header) [genre: prose] [word count] [lemma count] [Paus.].
<<Paus. 2.14.1 Paus. 2.14.4 (English) >>Paus. 2.15.3

2.14.3δύναιτο δʼ ἂν κατὰ ἄλλην τινὰ ἐνταῦθα Δυσαύλης ἀφικέσθαι πρόφασιν καὶ οὐχ ὡς οἱ Φλιάσιοί φασιν. οὐ μὴν οὐδὲ Κελεῷ προσήκων ἐμοὶ δοκεῖν οὐδὲ ἄλλως ἦν ἐν τοῖς ἐπιφανέσιν Ἐλευσινίων· οὐ γὰρ ἄν ποτε Ὅμηρος παρῆκεν αὐτὸν ἐν τοῖς ἔπεσιν. ἔστι γὰρ καὶ Ὁμήρῳ πεποιημένα ἐς Δήμητραν· ἐν δὲ αὐτοῖς καταλέγων τοὺς διδαχθέντας ὑπὸ τῆς θεοῦ τὴν τελετὴν Δυσαύλην οὐδένα οἶδεν Ἐλευσίνιον. ἔχει δὲ οὕτω τὰ ἔπη· δεῖξεν Τριπτολέμῳ τε Διοκλεῖ τε πληξίππῳ
Εὐμόλπου τε βίῃ Κελεῷ θʼ ἡγήτορι λαῶν
δρησμοσύνην ἱερῶν καὶ ἐπέφραδεν ὄργια πᾶσιν.
HH Dem. 474-476
2.14.4οὗτος δʼ οὖν, ὡς οἱ Φλιάσιοί φασιν, Δυσαύλης κατεστήσατο ἐνταῦθα τὴν τελετὴν καὶ οὗτος ἦν τῷ χωρίῳ τὸ ὄνομα παραθέμενος Κελεάς· Δυσαύλου τέ ἐστιν ἐνταῦθα, ὡς εἴρηταί μοι, μνῆμα. πρότερον δὲ ἄρα ἐπεποίητο <> Ἀράντειος τάφος· ὕστερον γὰρ κατὰ τὸν Φλιασίων λόγον καὶ οὐκ ἐπὶ τῆς Ἄραντος βασιλείας ἀφίκετο Δυσαύλης. Φλιάσιοι γὰρ Προμηθεῖ γενέσθαι τῷ Ἰαπετοῦ κατὰ τὸν αὐτὸν χρόνον φασὶν Ἄραντα καὶ τρισὶν ἀνθρώπων γενεαῖς Πελασγοῦ τε εἶναι πρεσβύτερον τοῦ Ἀρκάδος καὶ τῶν λεγομένων Ἀθήνῃσιν αὐτοχθόνων. —τοῦ δὲ Ἀνακτόρου καλουμένου πρὸς τῷ ὀρόφῳ Πέλοπος ἅρμα λέγουσιν ἀνακεῖσθαι.

ch. 15 2.15.1Φλιασίοις μὲν δὴ τοσαῦτα λόγου μάλιστα ἦν ἄξια· ἐκ Κορίνθου δʼ ἐς Ἄργος ἐρχομένῳ Κλεωναὶ πόλις ἐστὶν οὐ μεγάλη. παῖδα δὲ εἶναι Πέλοπος Κλεώνην λέγουσιν, οἱ δὲ τῷ παρὰ Σικυῶνα ῥέοντι Ἀσωπῷ θυγατέρα ἐπὶ ταῖς ἄλλαις Κλεώνην γενέσθαι· τὸ δʼ οὖν ὄνομα ἀπὸ τοῦ ἑτέρου τούτων ἐτέθη τῇ πόλει. ἐνταῦθά ἐστιν ἱερὸν Ἀθηνᾶς, τὸ δὲ ἄγαλμα Σκύλλιδος τέχνη καὶ Διποίνου· μαθητὰς δὲ εἶναι Δαιδάλου σφᾶς, οἱ δὲ καὶ γυναῖκα <ἐκ> Γόρτυνος ἐθέλουσι λαβεῖν Δαίδαλον καὶ τὸν Δίποινον καὶ Σκύλλιν ἐκ τῆς γυναικός οἱ ταύτης γενέσθαι. ἐν Κλεωναῖς δὲ τοῦτό ἐστι τὸ ἱερὸν καὶ μνῆμα Εὐρύτου καὶ Κτεάτου· θεωροὺς γὰρ ἐξ Ἤλιδος ἐς τὸν ἀγῶνα ἰόντας τῶν Ἰσθμίων αὐτοὺς ἐνταῦθα Ἡρακλῆς κατετόξευσεν, ἔγκλημα ποιούμενος ὅτι οἱ πρὸς Αὐγείαν πολεμοῦντι ἀντετάχθησαν.



Pausanias, Description of Greece (XML Header) [genre: prose] [word count] [lemma count] [Paus.].
<<Paus. 2.14.1 Paus. 2.14.4 (English) >>Paus. 2.15.3

Powered by PhiloLogic