Pausanias, Description of Greece (XML Header) [genre: prose] [word count] [lemma count] [Paus.].
<<Paus. 2.15.3 Paus. 2.15.5 (English) >>Paus. 2.16.3

2.15.4ἀνελθοῦσι δὲ ἐς τὸν Τρητὸν καὶ αὖθις τὴν ἐς Ἄργος ἰοῦσίν ἐστι Μυκηνῶν ἐρείπια ἐν ἀριστερᾷ. καὶ ὅτι μὲν Περσεὺς ἐγένετο Μυκηνῶν οἰκιστής, ἴσασιν Ἕλληνες· ἐγὼ δὲ αἰτίαν τε γράψω τοῦ οἰκισμοῦ καὶ διʼ ἥντινα πρόφασιν Ἀργεῖοι Μυκηναίους ὕστερον ἀνέστησαν. ἐν γὰρ τῇ νῦν Ἀργολίδι ὀνομαζομένῃ τὰ μὲν ἔτι παλαιότερα οὐ μνημονεύουσιν, Ἴναχον δὲ βασιλεύοντα τόν τε ποταμὸν ἀφʼ αὑτοῦ λέγουσιν ὀνομάσαι καὶ θῦσαι τῇ Ἥρᾳ. 2.15.5λέγεται δὲ καὶ ὧδε λόγος· Φορωνέα ἐν τῇ γῇ ταύτῃ γενέσθαι πρῶτον, Ἴναχον δὲ οὐκ ἄνδρα ἀλλὰ τὸν ποταμὸν πατέρα εἶναι Φορωνεῖ· τοῦτον δὲ Ποσειδῶνι καὶ Ἥρᾳ δικάσαι περὶ τῆς χώρας, σὺν δὲ αὐτῷ Κηφισόν τε καὶ Ἀστερίωνα καὶ τὸν Ἴναχον ποταμόν· κρινάντων δὲ Ἥρας εἶναι τὴν γῆν, οὕτω σφίσιν ἀφανίσαι τὸ ὕδωρ Ποσειδῶνα. καὶ διὰ τοῦτο οὔτε Ἴναχος ὕδωρ οὔτε ἄλλος παρέχεται τῶν εἰρημένων ποταμῶν ὅτι μὴ ὕσαντος τοῦ θεοῦ· θέρους δὲ αὖά σφισίν ἐστι τὰ ῥεύματα πλὴν τῶν ἐν Λέρνῃ. Φορωνεὺς δὲ Ἰνάχου τοὺς ἀνθρώπους συνήγαγε πρῶτον ἐς κοινόν, σποράδας τέως καὶ ἐφʼ ἑαυτῶν ἑκάστοτε οἰκοῦντας· καὶ τὸ χωρίον ἐς πρῶτον ἠθροίσθησαν ἄστυ ὠνομάσθη Φορωνικόν.

ch. 16 2.16.1Ἄργος δὲ Φορωνέως θυγατριδοῦς βασιλεύσας μετὰ Φορωνέα ὠνόμασεν ἀφʼ αὑτοῦ τὴν χώραν. Ἄργου δὲ Πείρασος γίνεται καὶ Φόρβας, Φόρβαντος δὲ Τριόπας, Τριόπα δὲ Ἴασος καὶ Ἀγήνωρ. Ἰὼ μὲν οὖν Ἰάσου θυγάτηρ, εἴτε ὡς Ἡρόδοτος ἔγραψεν εἴτε καθʼ λέγουσιν Ἕλληνες, ἐς Αἴγυπτον ἀφικνεῖται Κρότωπος δὲ Ἀγήνορος ἔσχε μετὰ Ἴασον τὴν ἀρχήν, Κροτώπου δὲ Σθενέλας γίνεται, Δαναὸς δʼ ἀπʼ Αἰγύπτου πλεύσας ἐπὶ Γελάνορα τὸν Σθενέλα τοὺς ἀπογόνους τοὺς Ἀγήνορος βασιλείας ἔπαυσεν. τὰ δὲ ἀπὸ τούτου καὶ οἱ πάντες ὁμοίως ἴσασι, θυγατέρων τῶν Δαναοῦ τὸ ἐς τοὺς ἀνεψιοὺς τόλμημα καὶ ὡς ἀποθανόντος Δαναοῦ τὴν ἀρχὴν Λυγκεὺς ἔσχεν.



Pausanias, Description of Greece (XML Header) [genre: prose] [word count] [lemma count] [Paus.].
<<Paus. 2.15.3 Paus. 2.15.5 (English) >>Paus. 2.16.3

Powered by PhiloLogic