Pausanias, Description of Greece (XML Header) [genre: prose] [word count] [lemma count] [Paus.]. | ||
<<Paus. 2.25.3 | Paus. 2.25.6 (English) | >>Paus. 2.25.9 |
2.25.5τὸ δὲ χωρίον τότε μὲν Λυγκεία ἐκαλεῖτο , οἰκήσαντος δὲ ὕστερον ἐν αὐτῷ Λύρκου —παῖς δὲ ἦν Ἄβαντος νόθος — τὸ ὄνομα διʼ αὐτὸν ἔσχηκε · καὶ ἄλλα τέ ἐστιν οὐκ ἀξιόλογα ἐν τοῖς ἐρειπίοις καὶ εἰκὼν ἐπὶ στήλῃ τοῦ Λύρκου . ἐς μὲν δὴ ταύτην ἐστὶν ἐξ Ἄργους ἑξήκοντα μάλιστά που στάδια , ἐκ δὲ Λυρκείας ἕτερα τοσαῦτα ἐς Ὀρνεάς . Λυρκείας μὲν δὴ πόλεως , ἅτε ἠρημωμένης ἤδη κατὰ τὴν Ἑλλήνων στρατείαν ἐπὶ Ἴλιον , οὐκ ἐποιήσατο Ὅμηρος ἐν καταλόγῳ μνήμην · Ὀρνεὰς δέ —ἔτι γὰρ ᾠκοῦντο —, ὥσπερ τῷ τόπῳ τῆς Ἀργείας ἔκειντο , οὕτω καὶ ἐν τοῖς ἔπεσι προτέρας ἢ Φλιοῦντά τε καὶ Σικυῶνα κατέλεξεν .
2.25.6ἐκαλοῦντο δὲ ἀπὸ Ὀρνέως τοῦ Ἐρεχθέως · τοῦ δὲ Ὀρνέως ἦν τούτου Πετεώς , τοῦ δὲ Μενεσθεύς , ὃς Ἀγαμέμνονι μετὰ Ἀθηναίων τὴν Πριάμου συγκαθεῖλεν ἀρχήν . ἀπὸ μὲν δὴ τούτου τὸ ὄνομα ἐγένετο τῇ πόλει , Ἀργεῖοι δὲ ὕστερον τούτων Ὀρνεάτας ἀνέστησαν · ἀναστάντες δὲ σύνοικοι γεγόνασιν Ἀργείοις . ἔστι δὲ ἐν ταῖς Ὀρνεαῖς Ἀρτέμιδός τε ἱερὸν καὶ ξόανον ὀρθὸν καὶ ἕτερος ναὸς θεοῖς πᾶσιν ἐς κοινὸν ἀνειμένος . τὰ δὲ ἐπέκεινα Ὀρνεῶν ἥ τε Σικυωνία καὶ ἡ Φλιασία ἐστίν .
ἐρχομένοις δὲ ἐξ Ἄργους ἐς τὴν Ἐπιδαυρίαν ἐστὶν οἰκοδόμημα ἐν δεξιᾷ πυραμίδι μάλιστα εἰκασμένον , ἔχει δὲ ἀσπίδας σχῆμα Ἀργολικὰς ἐπειργασμένας . ἐνταῦθα Προίτῳ περὶ τῆς ἀρχῆς πρὸς Ἀκρίσιον μάχη γίνεται , καὶ τέλος μὲν ἴσον τῷ ἀγῶνι συμβῆναί φασι καὶ ἀπʼ αὐτοῦ διαλλαγὰς ὕστερον , ὡς οὐδέτεροι βεβαίως κρατεῖν ἐδύναντο · συμβάλλειν δὲ σφᾶς λέγουσιν ἀσπίσι πρῶτον τότε καὶ αὐτοὺς καὶ τὸ στράτευμα ὡπλισμένους . τοῖς δὲ πεσοῦσιν ἀφʼ ἑκατέρων — πολῖται γὰρ καὶ συγγενεῖς ἦσαν —ἐποιήθη ταύτῃ μνῆμα ἐν κοινῷ .
2.25.7
Pausanias, Description of Greece (XML Header) [genre: prose] [word count] [lemma count] [Paus.]. | ||
<<Paus. 2.25.3 | Paus. 2.25.6 (English) | >>Paus. 2.25.9 |