Pausanias, Description of Greece (XML Header) [genre: prose] [word count] [lemma count] [Paus.].
<<Paus. 3.26.7 Paus. 3.26.10 (English) >>Paus. 4.1.1

3.26.9ἐνταῦθα ἐν τῇ Γερηνίᾳ Μαχάονος τοῦ Ἀσκληπιοῦ μνῆμα καὶ ἱερόν ἐστιν ἅγιον, καὶ ἀνθρώποις νόσων ἰάματα παρὰ τῷ Μαχάονι ἔστιν εὑρέσθαι. καὶ Ῥόδον μὲν τὸ χωρίον τὸ ἱερὸν ὀνομάζουσιν, ἄγαλμα δὲ τοῦ Μαχάονος χαλκοῦν ἐστιν ὀρθόν· ἐπίκειται δέ οἱ τῇ κεφαλῇ στέφανος, ὃν οἱ Μεσσήνιοι κίφος καλοῦσι τῇ ἐπιχωρίῳ φωνῇ. Μαχάονα δὲ ὑπὸ Εὐρυπύλου τοῦ Τηλέφου τελευτῆσαί φησιν τὰ ἔπη ποιήσας τὴν μικρὰν Ἰλιάδα. 3.26.10διὸ καὶ τάδε αὐτὸς οἶδα περὶ τὸ Ἀσκληπιεῖον τὸ ἐν Περγάμῳ γινόμενα· ἄρχονται μὲν ἀπὸ Τηλέφου τῶν ὕμνων, προσᾴδουσι δὲ οὐδὲν ἐς τὸν Εὐρύπυλον, οὐδὲ ἀρχὴν ἐν τῷ ναῷ θέλουσιν ὀνομάζειν αὐτόν, οἷα ἐπιστάμενοι φονέα ὄντα Μαχάονος. ἀνασώσασθαι δὲ Νέστορα λέγεται τοῦ Μαχάονος τὰ ὀστᾶ· Ποδαλείριον δέ, ὡς ὀπίσω πορθήσαντες Ἴλιον ἐκομίζοντο, ἁμαρτεῖν τοῦ πλοῦ καὶ ἐς Σύρνον τῆς Καρικῆς ἠπείρου φασὶν ἀποσωθέντα οἰκῆσαι.

3.26.11τῆς δὲ χώρας τῆς Γερηνίας ὄρος Καλάθιόν ἐστιν· ἐν αὐτῷ Κλαίας ἱερὸν καὶ σπήλαιον παρʼ αὐτὸ τὸ ἱερόν, ἔσοδον μὲν στενήν, τὰ δὲ ἔνδον παρεχόμενον θέας ἄξια. Γερηνίας δὲ ὡς ἐς μεσόγαιαν ἄνω τριάκοντα ἀπέχει σταδίους Ἀλαγονία, καὶ τὸ πόλισμα κατηρίθμησα ἤδη καὶ τοῦτο ἐν Ἐλευθερολάκωσι· θέας δὲ αὐτόθι ἄξια Διονύσου καὶ Ἀρτέμιδός ἐστιν ἱερά.



Pausanias, Description of Greece (XML Header) [genre: prose] [word count] [lemma count] [Paus.].
<<Paus. 3.26.7 Paus. 3.26.10 (English) >>Paus. 4.1.1

Powered by PhiloLogic