Pausanias, Description of Greece (XML Header) [genre: prose] [word count] [lemma count] [Paus.].
<<Paus. 3.26.2 Paus. 3.26.4 (English) >>Paus. 3.26.7

3.26.3ἐν ταύτῃ τῇ νησῖδι ἀγάλματα Διοσκούρων χαλκᾶ μέγεθος ποδιαῖα ἐν ὑπαίθρῳ τῆς νησῖδός ἐστιν· ταῦτα θάλασσα ἀποκινεῖν οὐκ ἐθέλει κατακλύζουσα ὥρᾳ χειμῶνος τὴν πέτραν. τοῦτό τε δὴ θαῦμά ἐστι καὶ οἱ μύρμηκες αὐτόθι λευκότερον ὡς μυρμήκων τὸ χρῶμα φαίνουσι. τὴν δὲ χώραν οἱ Μεσσήνιοι ταύτην αὑτῶν φασιν εἶναι τὸ ἀρχαῖον, ὥστε καὶ τοὺς Διοσκούρους μᾶλλόν τι αὑτοῖς καὶ οὐ Λακεδαιμονίοις προσήκειν νομίζουσιν.

3.26.4Πέφνου δὲ στάδια εἴκοσιν ἀπέχει Λεῦκτρα. ἐφʼ ὅτῳ μὲν δή ἐστιν ὄνομα τῇ πόλει Λεῦκτρα, οὐκ οἶδα· εἰ δʼ ἄρα ἀπὸ Λευκίππου τοῦ Περιήρους, ὡς οἱ Μεσσήνιοί φασι, τούτου μοι δοκοῦσιν ἕνεκα οἱ ταύτῃ θεῶν μάλιστα Ἀσκληπιὸν τιμᾶν, ἅτε Ἀρσινόης παῖδα εἶναι τῆς Λευκίππου νομίζοντες. λίθου δέ ἐστιν Ἀσκληπιοῦ τε ἄγαλμα καὶ Ἰνοῦς ἑτέρωθι. 3.26.5πεποίηται δὲ καὶ Κασσάνδρας τῆς Πριάμου ναὸς καὶ ἄγαλμα, Ἀλεξάνδρας ὑπὸ τῶν ἐγχωρίων καλουμένης· καὶ Ἀπόλλωνος Καρνείου ξόανά ἐστι κατὰ ταὐτὰ καθὰ δὴ καὶ Λακεδαιμονίων νομίζουσιν οἱ Σπάρτην ἔχοντες. ἐπὶ δὲ τῆς ἀκροπόλεώς ἐστιν ἱερὸν καὶ ἄγαλμα Ἀθηνᾶς, καὶ Ἔρωτός ἐστιν ἐν Λεύκτροις ναὸς καὶ ἄλσος· ὕδωρ δὲ ὥρᾳ χειμῶνος διαρρεῖ τὸ ἄλσος, τὰ δὲ φύλλα τῷ ἦρι ἀπὸ τῶν δένδρων πίπτοντα οὐκ ἂν ὑπὸ τοῦ ὕδατος οὐδὲ πλεονάσαντος παρενεχθείη.



Pausanias, Description of Greece (XML Header) [genre: prose] [word count] [lemma count] [Paus.].
<<Paus. 3.26.2 Paus. 3.26.4 (English) >>Paus. 3.26.7

Powered by PhiloLogic