Pausanias, Description of Greece (XML Header) [genre: prose] [word count] [lemma count] [Paus.]. | ||
<<Paus. 3.26.4 | Paus. 3.26.7 (English) | >>Paus. 3.26.10 |
3.26.6ὃ δὲ οἶδα ἐν τῇ πρὸς θαλάσσῃ χώρᾳ τῆς Λευκτρικῆς ἐπʼ ἐμοῦ συμβάν , γράφω . ἄνεμος πῦρ ἐς ὕλην ἐνεγκὼν τὰ πολλὰ ἠφάνισε τῶν δένδρων · ὡς δὲ ἀνεφάνη τὸ χωρίον ψιλόν , ἄγαλμα ἐνταῦθα ἱδρυμένον εὑρέθη Διὸς Ἰθωμάτα . τοῦτο οἱ Μεσσήνιοί φασι μαρτύριον εἶναί σφισι τὰ Λεῦκτρα τὸ ἀρχαῖον τῆς Μεσσηνίας εἶναι · δύναιτο δʼ ἂν καὶ Λακεδαιμονίων τὰ Λεῦκτρα ἐξ ἀρχῆς οἰκούντων ὁ Ἰθωμάτας Ζεὺς παρʼ αὐτοῖς ἔχειν τιμάς .
Καρδαμύλη δέ , ἧς καὶ Ὅμηρος μνήμην ἐποιήσατο ἐν Ἀγαμέμνονος ὑποσχέσεσι δώρων , Λακεδαιμονίων ἐστὶν ὑπήκοος τῶν ἐν Σπάρτῃ , βασιλέως Αὐγούστου τῆς Μεσσηνίας ἀποτεμομένου . ἀπέχει δὲ Καρδαμύλη θαλάσσης μὲν ὀκτὼ σταδίους , Λεύκτρων δὲ καὶ ἑξήκοντα . ἐνταῦθα οὐ πόρρω τοῦ αἰγιαλοῦ τέμενος ἱερὸν τῶν Νηρέως θυγατέρων ἐστίν · ἐς γὰρ τοῦτο ἀναβῆναι τὸ χωρίον φασὶν ἐκ τῆς θαλάσσης αὐτὰς Πύρρον ὀψομένας τὸν Ἀχιλλέως , ὅτε ἐς Σπάρτην ἐπὶ τὸν Ἑρμιόνης ἀπῄει γάμον . ἐν δὲ τῷ πολίσματι Ἀθηνᾶς τε ἱερὸν καὶ Ἀπόλλων ἐστὶ Κάρνειος , καθὰ Δωριεῦσιν ἐπιχώριον .
πόλιν δὲ ὀνομαζομένην ἐν τοῖς ἔπεσιν Ἐνόπην τοῖς Ὁμήρου , Μεσσηνίους ὄντας , ἐς δὲ τὸ συνέδριον συντελοῦντας τὸ Ἐλευθερολακώνων , καλοῦσιν ἐφʼ ἡμῶν Γερηνίαν . ἐν ταύτῃ τῇ πόλει Νέστορα οἱ μὲν τραφῆναι λέγουσιν , οἱ δὲ ἐς τοῦτο ἐλθεῖν φεύγοντα τὸ χωρίον , ἡνίκα Πύλος ἡλίσκετο ὑπὸ Ἡρακλέους .
3.26.7
3.26.8
Pausanias, Description of Greece (XML Header) [genre: prose] [word count] [lemma count] [Paus.]. | ||
<<Paus. 3.26.4 | Paus. 3.26.7 (English) | >>Paus. 3.26.10 |