Pausanias, Description of Greece (XML Header) [genre: prose] [word count] [lemma count] [Paus.].
<<Paus. 3.7.7 Paus. 3.7.10 (English) >>Paus. 3.8.1

3.7.8τοῦτον μὲν δὴ τῶν εἰρημένων μετάνοια ἔλαβεν ὕστερον· Δημάρατον δὲ βασιλεύοντα καὶ τά τε ἄλλα εὐδοκιμοῦντα ἐν Σπάρτῃ καὶ ἀπὸ τῶν Πεισιστρατιδῶν Κλεομένει συνελευθερώσαντα Ἀθηναίους τε Ἀρίστωνος ἀγνωμοσύνη καὶ τὸ ἔχθος τὸ Κλεομένους ἐποίησεν ἰδιώτην. καὶ τοῦ μὲν παρὰ βασιλέα Δαρεῖον ἐλθόντος ἐς Πέρσας ἐπὶ πολὺν ἐν τῇ Ἀσίᾳ χρόνον διαμεῖναι τοὺς ἀπογόνους φασί· 3.7.9Λεωτυχίδης δὲ ἀντὶ Δημαράτου γενόμενος βασιλεὺς μετέσχε μὲν Ἀθηναίοις καὶ Ἀθηναίων τῷ στρατηγῷ Ξανθίππῳ τῷ Ἀρίφρονος τοῦ ἔργου τοῦ πρὸς Μυκάλῃ, ἐστράτευσε δὲ ὕστερον τούτων καὶ ἐπὶ τοὺς Ἀλευάδας ἐς Θεσσαλίαν· καί οἱ καταστρέψασθαι Θεσσαλίαν πᾶσαν ἐξὸν ἅτε ἀεὶ νικῶντι ἐν ταῖς μάχαις, δῶρα ἔλαβε παρὰ τῶν Ἀλευαδῶν. 3.7.10ὑπαγόμενος δὲ ἐν Λακεδαίμονι ἐς δίκην ἔφυγεν ἐθελοντὴς ἐς Τεγέαν. καὶ μὲν αὐτόθι τὴν Ἀθηνᾶν τὴν Ἀλέαν ἱκέτευε, Λεωτυχίδου δὲ μὲν παῖς Ζευξίδαμος ζῶντος ἔτι Λεωτυχίδου καὶ οὐ πεφευγότος πω τελευτᾷ νόσῳ, Ἀρχίδαμος δὲ Ζευξιδάμου μετὰ Λεωτυχίδην ἀπελθόντα ἐς Τεγέαν ἔσχε τὴν ἀρχήν. οὗτος Ἀρχίδαμος Ἀθηναίοις μάλιστα ἐκάκωσε τὴν χώραν στρατῷ τε ἐσβάλλων ἐς γῆν τὴν Ἀττικὴν ἀνὰ πᾶν ἔτος καὶ ὁπότε ἐσβάλοι διὰ πάσης ἐπεξῄει φθείρων καὶ Πλαταιέων Ἀθηναίοις ὄντων εὔνων πολιορκίᾳ τὸ ἄστυ εἷλεν.


Pausanias, Description of Greece (XML Header) [genre: prose] [word count] [lemma count] [Paus.].
<<Paus. 3.7.7 Paus. 3.7.10 (English) >>Paus. 3.8.1

Powered by PhiloLogic