Pausanias, Description of Greece (XML Header) [genre: prose] [word count] [lemma count] [Paus.].
<<Paus. 4.1.1 Paus. 4.1.6 (English) >>Paus. 4.2.1

4.1.4σαφέστερον δὲ ἔτι περὶ τοῦ τόξου λέγων τοῦ Ἰφίτου τὼ δʼ ἐν Μεσσήνῃ ξυμβλήτην ἀλλήλοιιν
οἴκῳ ἐν Ὀρτιλόχοιο.
Hom. Od. 21.15τοῦ γὰρ Ὀρτιλόχου τὸν οἶκον ἐν τῇ Μεσσήνῃ πόλισμα εἴρηκε τὰς Φηράς, καὶ τόδε ἐξηγήσατο αὐτὸς ἐν Πεισιστράτου παρὰ Μενέλαον ἀποδημίᾳ· ἐς Φηρὰς δʼ ἵκοντο Διοκλῆος ποτὶ δῶμα,
υἱέος Ὀρτιλόχοιο.
Hom. Od. 3.488
4.1.5πρῶτοι δʼ οὖν βασιλεύουσιν ἐν τῇ χώρᾳ ταύτῃ Πολυκάων τε Λέλεγος καὶ Μεσσήνη γυνὴ τοῦ Πολυκάονος. παρὰ ταύτην τὴν Μεσσήνην τὰ ὄργια κομίζων τῶν Μεγάλων θεῶν Καύκων ἦλθεν ἐξ Ἐλευσῖνος Κελαινοῦ τοῦ Φλύου. Φλῦον δὲ αὐτὸν Ἀθηναῖοι λέγουσι παῖδα εἶναι Γῆς· ὁμολογεῖ δέ σφισι καὶ ὕμνος Μουσαίου Λυκομίδαις ποιηθεὶς ἐς Δήμητρα. 4.1.6τὴν δὲ τελετὴν τῶν Μεγάλων θεῶν Λύκος Πανδίονος πολλοῖς ἔτεσιν ὕστερον Καύκωνος προήγαγεν ἐς πλέον τιμῆς· καὶ Λύκου δρυμὸν ἔτι ὀνομάζουσιν ἔνθα ἐκάθηρε τοὺς μύστας. καὶ ὅτι μὲν δρυμός ἐστιν ἐν τῇ γῇ ταύτῃ Λύκου καλούμενος, Ῥιανῷ τῷ Κρητί ἐστι πεποιημένον πάρ τε τρηχὺν Ἐλαιὸν ὑπὲρ δρυμόν τε Λύκοιο·
note
4.1.7ὡς δὲ Πανδίονος οὗτος ἦν Λύκος, δηλοῖ τὰ ἐπὶ τῇ εἰκόνι ἔπη τῇ Μεθάπου. μετεκόσμησε γὰρ καὶ

Μέθαπος τῆς τελετῆς ἔστιν · δὲ Μέθαπος γένος μὲν ἦν Ἀθηναῖος, τελεστὴς δὲ καὶ ὀργίων καὶ παντοίων συνθέτης. οὗτος καὶ Θηβαίοις τῶν Καβείρων τὴν τελετὴν κατεστήσατο, ἀνέθηκε δὲ καὶ ἐς τὸ κλίσιον τὸ Λυκομιδῶν εἰκόνα ἔχουσαν ἐπίγραμμα ἄλλα τε λέγον καὶ ὅσα ἡμῖν ἐς πίστιν συντελεῖ τοῦ λόγου·



Pausanias, Description of Greece (XML Header) [genre: prose] [word count] [lemma count] [Paus.].
<<Paus. 4.1.1 Paus. 4.1.6 (English) >>Paus. 4.2.1

Powered by PhiloLogic