Pausanias, Description of Greece (XML Header) [genre: prose] [word count] [lemma count] [Paus.].
<<Paus. 4.11.2 Paus. 4.11.4 (English) >>Paus. 4.11.7

4.11.3αὐτὸς δὲ καὶ Δᾶμις ὑπέμενον ἔχοντες τοὺς ψιλούς, σφενδονήτας μὲν τοξότας ὀλίγους, δὲ ὄχλος πολὺς τοῖς τε σώμασιν ἦσαν ἐς τὰς ἐπιδρομὰς καὶ ἀναχωρήσεις ἐπιτήδειοι καὶ τῇ ὁπλίσει κοῦφοι· θώρακα γὰρ ἀσπίδα εἶχεν <οὐχ> ἕκαστος, ὅσοι δὲ ἠπόρουν τούτων, περιεβέβληντο αἰγῶν νάκας καὶ προβάτων, οἱ δὲ καὶ θηρίων δέρματα καὶ μάλιστα οἱ ὀρεινοὶ τῶν Ἀρκάδων λύκων τε καὶ ἄρκτων. 4.11.4ἀκόντια δὲ ἕκαστος πολλά, οἱ δὲ καὶ λόγχας αὐτῶν ἔφερον. καὶ οὗτοι μὲν ἐλόχων τῆς Ἰθώμης ἔνθα ἔμελλον ἥκιστα ἔσεσθαι σύνοπτοι· οἱ δὲ ὁπλῖται τῶν Μεσσηνίων καὶ συμμάχων τήν τε ἔφοδον τὴν πρώτην τῶν Λακεδαιμονίων ὑπέμειναν καὶ μετὰ τοῦτο ἦσαν ἤδη καὶ τὰ ἄλλα ἀνδρεῖοι. ἀριθμῷ μὲν δὴ τῶν ἐναντίων ἀπελείποντο, λογάδες δὲ ὄντες ἐμάχοντο πρὸς δῆμον καὶ οὐχ ὁμοίως πρὸς κρείττους, καὶ μᾶλλον τῇ τε ἄλλῃ προθυμίᾳ καὶ ταῖς ἐμπειρίαις ἐπὶ πολὺ ἀντεῖχον. 4.11.5ἐνταῦθα καὶ στρατὸς τῶν Μεσσηνίων εὔζωνος, ἀφʼ οὗ καὶ τούτοις ἤρθη τὰ σημεῖα, ἐχρῶντο ἐπὶ τοὺς Λακεδαιμονίους δρόμῳ καὶ περιστάντες ἠκόντιζον ἐς τὰ πλάγια· ὅσοις δὲ καὶ ἐπὶ πλέον μετῆν τόλμης, προσέθεόν τε καὶ ἔτυπτον ἐκ χειρός. οἱ δὲ Λακεδαιμόνιοι, κίνδυνόν σφισι δεύτερον ἐν τῷ αὐτῷ καὶ οὕτως ἀνέλπιστον ὁρῶντες παρόντα, ὅμως οὔτε ἐταράχθησαν ἐπιστρεφόμενοί τε ἐς τοὺς ψιλοὺς ἀμύνεσθαι μὲν ἐπειρῶντο, διὰ δὲ τὴν κουφότητα οὐ χαλεπῶς ἀποφευγόντων ἀπορία τοῖς Λακεδαιμονίοις καὶ ἀπʼ αὐτῆς ἤδη καὶ ὀργὴ γίνεται.


Pausanias, Description of Greece (XML Header) [genre: prose] [word count] [lemma count] [Paus.].
<<Paus. 4.11.2 Paus. 4.11.4 (English) >>Paus. 4.11.7

Powered by PhiloLogic