Pausanias, Description of Greece (XML Header) [genre: prose] [word count] [lemma count] [Paus.].
<<Paus. 4.25 Paus. 4.26 (English) >>Paus. 4.27

ch. 26 4.26.1τὸ δὲ ἀπὸ τούτου τόν τε ἄλλον χρόνον ἐνέκειτό σφισι τὸ ἐς Λακεδαιμονίους μῖσος καὶ τὴν ἔχθραν ἐς αὐτοὺς μάλιστα ἐπεδείξαντο ἐπὶ τοῦ γενομένου Πελοποννησίοις πρὸς Ἀθηναίους πολέμου· τήν τε γὰρ Ναύπακτον ὁρμητήριον ἐπὶ τῇ Πελοποννήσῳ παρείχοντο καὶ τοὺς ἐν τῇ Σφακτηρίᾳ Σπαρτιατῶν ἀποληφθέντας Μεσσηνίων σφενδονῆται τῶν ἐκ Ναυπάκτου συνεξεῖλον. 4.26.2ἐπεὶ δὲ τὸ πταῖσμα ἐγένετο <τὸ> Ἀθηναίων ἐν Αἰγὸς ποταμοῖς, οὕτω καὶ ἐκ Ναυπάκτου τοὺς Μεσσηνίους ἐκβάλλουσιν οἱ Λακεδαιμόνιοι ναυσὶν ἐπικρατοῦντες, οἳ ἐς Σικελίαν τε παρὰ τοὺς συγγενεῖς καὶ ἐς Ῥήγιον ἐστάλησαν, τὸ πλεῖστον δὲ αὐτῶν ἔς τε Λιβύην ἀφίκετο καὶ Λιβύης ἐς Εὐεσπερίτας· οἱ γὰρ Εὐεσπερῖται πολέμῳ κακωθέντες ὑπὸ βαρβάρων προσοίκων πάντα τινὰ Ἕλληνα ἐπεκαλοῦντο σύνοικον. ἐς τούτους τῶν Μεσσηνίων τὸ πολὺ ἀπεχώρησεν· ἡγεμὼν δέ σφισιν ἦν Κόμων, ὃς καὶ περὶ τὴν Σφακτηρίαν ἐστρατήγησεν αὐτοῖς.

4.26.3ἐνιαυτῷ δὲ πρότερον κατορθῶσαι Θηβαίους τὰ ἐν Λεύκτροις, προεσήμαινεν δαίμων Μεσσηνίοις τὴν ἐς Πελοπόννησον κάθοδον. τοῦτο μὲν γὰρ ἐν Μεσσήνῃ <τῇ> πρὸς τῷ πορθμῷ τὸν ἱερέα τοῦ Ἡρακλέους λέγουσιν ὀνείρατος ἰδεῖν ὄψιντὸν Ἡρακλέα ἔδοξε κληθῆναι τὸν Μάντικλον ἐπὶ ξενίᾳ ἐς Ἰθώμην ὑπὸ τοῦ Διός—, τοῦτο δὲ ἐν Εὐεσπερίταις Κόμων συγγενέσθαι νεκρᾷ τῇ μητρὶ ἐδόκει, συγγενομένου δὲ αὖθίς οἱ τὴν μητέρα ἀναβιῶναι. καὶ μὲν ἐπήλπιζεν Ἀθηναίων δυνηθέντων ναυτικῷ κάθοδον ἔσεσθαί σφισιν ἐς Ναύπακτον· τὸ δὲ ἄρα ἐδήλου τὸ ὄνειρον ἀνασώσεσθαι Μεσσήνην. 4.26.4ἐγένετό τε οὐ μετὰ πολὺ ἐν Λεύκτροις Λακεδαιμονίων τὸ ἀτύχημα ὀφειλόμενον ἐκ παλαιοῦ· Ἀριστοδήμῳ γὰρ τῷ βασιλεύσαντι Μεσσηνίων ἐπὶ τελευτῇ τοῦ χρησμοῦ τοῦ δοθέντος ἐστὶν ἕρδʼ ὅππῃ τὸ χρεών· ἄτη δʼ ἄλλοισι πρὸ ἄλλων·
ὡς ἐν μὲν τῷ παρόντι ἐκεῖνον δέον καὶ Μεσσηνίους κακῶς πρᾶξαι, χρόνῳ δὲ ὕστερον καὶ Λακεδαίμονα ἐπιληψομένης τῆς ἄτης.
4.26.5τότε δὲ ἐν Λεύκτροις οἱ Θηβαῖοι νενικηκότες ἀγγέλους ἐς Ἰταλίαν τε καὶ Σικελίαν καὶ παρὰ τοὺς Εὐεσπερίτας ἀπέστελλον, ἔκ τε τῆς ἄλλης, εἴ πού τις Μεσσηνίων εἴη, πανταχόθεν ἀνεκάλουν ἐς Πελοπόννησον. οἱ δὲ θᾶσσον ὡς ἄν τις ἤλπισε συνελέχθησαν γῆς τε τῆς πατρίδος πόθῳ καὶ διὰ τὸ ἐς Λακεδαιμονίους μῖσος παραμεῖναν ἀεί σφισιν. 4.26.6Ἐπαμινώνδᾳ δὲ οὔτε ἄλλως ἐφαίνετο ῥᾴδια ἀξιόμαχον πόλιν ἐποικίσαι Λακεδαιμονίοις οὔτε ὅπου χρὴ κτίσαι τῆς χώρας ἐξευρίσκει· τὴν γὰρ Ἀνδανίαν οἱ

Μεσσήνιοι καὶ Οἰχαλίαν οὐκ ἔφασαν ἀνοικιεῖν, ὅτι αἱ συμφοραί σφισιν ἐγεγόνεσαν ἐνταῦθα οἰκοῦσιν. ἀποροῦντι οὖν αὐτῷ πρεσβύτην ἄνδρα, ἱεροφάντῃ μάλιστα εἰκασμένον, νύκτωρ φασὶν ἐπιστάντα εἰπεῖν· “σοὶ μὲν δῶρά ἐστι παρʼ ἐμοῦ κρατεῖν ὅτῳ ἂν μεθʼ ὅπλων ἐπέρχῃ· καὶ ἢν ἐξ ἀνθρώπων γένῃ, ἔγωγε Θηβαῖε ποιήσω μή ποτε ἀνώνυμον μηδὲ ἄδοξόν <σε> γενέσθαι. σὺ δὲ Μεσσηνίοις γῆν τε πατρίδα καὶ πόλεις ἀπόδος, ἐπειδὴ καὶ τὸ μήνιμα ἤδη σφίσι πέπαυται τὸ Διοσκούρων”. 4.26.7Ἐπαμινώνδᾳ μὲν ταῦτα ἔλεγεν, Ἐπιτέλει δὲ τῷ Αἰσχίνου τάδε ἐμήνυεστρατηγεῖν δὲ αὐτὸν οἱ Ἀργεῖοι τὸν Ἐπιτέλην καὶ Μεσσήνην ἀνοικίζειν ᾕρηντοτοῦτον οὖν τὸν ἄνδρα ἐκέλευεν ὄνειρος, ἔνθα ἂν τῆς Ἰθώμης εὕρῃ πεφυκυῖαν σμίλακα καὶ μυρσίνην, τὸ μέσον ὀρύξαντα αὐτῶν ἀνασῶσαι τὴν γραῦν· κάμνειν γὰρ ἐν τῷ χαλκῷ καθειργμένην θαλάμῳ καὶ ἤδη λιποψυχεῖν αὐτήν. δὲ Ἐπιτέλης, ὡς ἐπελάμβανεν ἡμέρα, παραγενόμενος ἐς τὸ εἰρημένον χωρίον ἐπέτυχεν ὀρύσσων ὑδρίᾳ χαλκῇ, καὶ αὐτίκα παρὰ τὸν Ἐπαμινώνδαν 4.26.8κομίσας τό τε ἐνύπνιον ἐξηγεῖτο καὶ αὐτὸν ἐκεῖνον τὸ πῶμα ἀφελόντα ἐκέλευεν τι ἐνείη σκοπεῖσθαι. δὲ θύσας καὶ εὐξάμενος τῷ πεφηνότι ὀνείρατι ἤνοιγε τὴν ὑδρίαν, ἀνοίξας δὲ εὗρε κασσίτερον ἐληλασμένον ἐς τὸ λεπτότατον· ἐπείλικτο δὲ ὥσπερ τὰ βιβλία. ἐνταῦθα τῶν Μεγάλων θεῶν ἐγέγραπτο τελετή, καὶ τοῦτο ἦν παρακαταθήκη τοῦ Ἀριστομένους. τοῦτον τὸν ἐπελθόντα τῷ Ἐπιτέλει καὶ Ἐπαμινώνδᾳ καθεύδουσι

Καύκωνα εἶναι λέγουσιν, ὃς ἀφίκετο ἐξ Ἀθηνῶν ἐς Ἀνδανίαν παρὰ Μεσσήνην τὴν Τριόπα.



Pausanias, Description of Greece (XML Header) [genre: prose] [word count] [lemma count] [Paus.].
<<Paus. 4.25 Paus. 4.26 (English) >>Paus. 4.27

Powered by PhiloLogic