Pausanias, Description of Greece (XML Header) [genre: prose] [word count] [lemma count] [Paus.]. | ||
<<Paus. 4.5.7 | Paus. 4.5.10 (English) | >>Paus. 4.6.3 |
4.5.9ταῦτα προομόσαντες ἔξοδον νύκτωρ ἐποιοῦντο ἐπὶ Ἄμφειαν , Ἀλκαμένην τὸν Τηλέκλου τῆς στρατιᾶς ἡγεμόνα ἀποδείξαντες . ἡ δὲ Ἄμφεια πρὸς τῇ Λακωνικῇ πόλισμα ἦν ἐν τῇ Μεσσηνίᾳ , μεγέθει μὲν οὐ μέγα , ἐπὶ λόφου δὲ ὑψηλοῦ κείμενον , καὶ ὑδάτων πηγὰς εἶχεν ἀφθόνους · ἐδόκει δὲ καὶ ἄλλως ἐς τὸν πάντα πόλεμον ὁρμητήριόν σφισιν ἐπιτήδειον ἡ Ἄμφεια εἶναι . καὶ τό τε πόλισμα αἱροῦσι πυλῶν ἀνεῳγμένων καὶ φυλακῆς οὐκ ἐνούσης καὶ τῶν Μεσσηνίων τοὺς ἐγκαταληφθέντας φονεύουσι , τοὺς μὲν ἔτι ἐν ταῖς εὐναῖς , τοὺς δὲ ὡς ᾔσθοντο πρός τε ἱερὰ θεῶν καὶ βωμοὺς καθημένους ἱκέτας · ὀλίγοι δὲ καὶ οἱ διαφυγόντες ἐγένοντο .
4.5.10ταύτην Λακεδαιμόνιοι πρώτην ἐπὶ Μεσσηνίους ἔξοδον ἐποιήσαντο ἔτει δευτέρῳ τῆς ἐνάτης Ὀλυμπιάδος , ἣν Ξενοδόκος Μεσσήνιος ἐνίκα στάδιον · Ἀθήνῃσι δὲ οὐκ ἦσάν πω τότε οἱ τῷ κλήρῳ κατʼ ἐνιαυτὸν ἄρχοντες · τοὺς γὰρ ἀπὸ Μελάνθου , καλουμένους δὲ Μεδοντίδας , κατʼ ἀρχὰς μὲν ἀφείλοντο ὁ δῆμος τῆς ἐξουσίας τὸ πολὺ καὶ ἀντὶ βασιλείας μετέστησαν ἐς ἀρχὴν ὑπεύθυνον , ὕστερον δὲ καὶ προθεσμίαν ἐτῶν δέκα ἐποίησαν αὐτοῖς τῆς ἀρχῆς . τότε δὲ ὑπὸ τὴν κατάληψιν τῆς Ἀμφείας Αἰσιμίδης Ἀθηναίοις ἦρχεν ὁ Αἰσχύλου πέμπτον ἔτος .
ch. 6
4.6.1
Pausanias, Description of Greece (XML Header) [genre: prose] [word count] [lemma count] [Paus.]. | ||
<<Paus. 4.5.7 | Paus. 4.5.10 (English) | >>Paus. 4.6.3 |