Pausanias, Description of Greece (XML Header) [genre: prose] [word count] [lemma count] [Paus.].
<<Paus. 4.5.4 Paus. 4.5.7 (English) >>Paus. 4.5.10

4.5.6ταῦτα μὲν δὴ αἴτια ἑκάτεροι τοῦ πολέμου γενέσθαι λέγουσι· τότε δὲ πρεσβεία Λακεδαιμονίων ἥκουσα ἐξῄτει Πολυχάρην. οἱ δὲ τῶν Μεσσηνίων βασιλεῖς τοῖς μὲν πρέσβεσιν ἀπεκρίναντο ὅτι βουλευσάμενοι μετὰ τοῦ δήμου τὰ δόξαντα ἐπιστελοῦσιν ἐς Σπάρτην, αὐτοὶ δὲ ἐκείνων ἀπελθόντων ἐς ἐκκλησίαν τοὺς πολίτας συνῆγον. αἱ δὲ γνῶμαι διάφοροι παρὰ πολὺ ἐγίνοντο, Ἀνδροκλέους μὲν ἐκδιδόναι Πολυχάρην ὡς ἀνόσιά τε καὶ πέρα δεινῶν εἰργασμένον· Ἀντίοχος δὲ ἄλλα τε ἀντέλεγε καὶ τὸ ἁπάντων οἴκτιστον, εἰ Πολυχάρης ἐν ὀφθαλμοῖς πείσεται τοῖς Εὐαίφνου, καταριθμούμενος ὅσα καὶ οἷα ἦν ἀνάγκη παθεῖν. 4.5.7τέλος δὲ ἐς τοσοῦτο προήχθησαν οἵ τε Ἀνδροκλεῖ καὶ οἱ τῷ Ἀντιόχῳ συσπεύδοντες ὥστε καὶ τὰ ὅπλα ἔλαβον. οὐ μὴν ἐς μακράν γε προῆλθέ σφισιν μάχη· περιόντες γὰρ ἀριθμῷ καὶ πολὺ οἱ σὺν Ἀντιόχῳ τόν τε Ἀνδροκλέα καὶ τῶν περὶ αὐτὸν τοὺς λόγου μάλιστα ἀξίους ἀποκτείνουσιν. Ἀντίοχος δὲ βασιλεύων ἤδη μόνος ἔπεμπεν ἐς Σπάρτην ὡς ἐπιτρέπειν ἐθέλοι τοῖς δικαστηρίοις ἤδη λέλεκταί μοι· Λακεδαιμόνιοι δὲ οὐ λέγονται τοῖς κομίσασι τὰ γράμματα ἀποκρίνασθαι.

4.5.8μησὶ δὲ οὐ πολλοῖς ὕστερον Ἀντιόχου τελευτήσαντος Εὐφαὴς Ἀντιόχου παρέλαβε τὴν ἀρχήν. Λακεδαιμόνιοι δὲ οὔτε κήρυκα ἀποστέλλουσι προεροῦντα Μεσσηνίοις πόλεμον οὔτε προαπειπάμενοι τὴν φιλίαν, κρύφα δὲ καὶ μάλιστα ὡς ἐδύναντο ἐν ἀπορρήτῳ παρασκευασάμενοι, προομνύουσιν ὅρκον μήτε τοῦ πολέμου μῆκος, ἢν μὴ διʼ ὀλίγου κριθῇ, μήτε τὰς συμφοράς, εἰ μεγάλαι πολεμοῦσι γένοιντο, ἀποστρέψειν σφᾶς πρὶν κτήσαιντο χώραν τὴν Μεσσηνίαν δοριάλωτον.



Pausanias, Description of Greece (XML Header) [genre: prose] [word count] [lemma count] [Paus.].
<<Paus. 4.5.4 Paus. 4.5.7 (English) >>Paus. 4.5.10

Powered by PhiloLogic