Pausanias, Description of Greece (XML Header) [genre: prose] [word count] [lemma count] [Paus.].
<<Paus. 8.27.17 Paus. 8.28.2 (English) >>Paus. 8.28.5

8.28.1ἰόντι δὲ ἀπὸ τοῦ ποταμοῦ τῶν πηγῶν, πρῶτα μέν σε ἐκδέξεται Μάραθα χωρίον, μετὰ δὲ αὐτὸ Γόρτυς κώμη τὰ ἐπʼ ἐμοῦ, τὰ δὲ ἔτι ἀρχαιότερα πόλις. ἔστι δὲ αὐτόθι ναὸς Ἀσκληπιοῦ λίθου Πεντελησίου, καὶ αὐτός τε οὐκ ἔχων πω γένεια καὶ Ὑγείας ἄγαλμα· Σκόπα δὲ ἦν ἔργα. λέγουσι δὲ οἱ ἐπιχώριοι καὶ τάδε, ὡς Ἀλέξανδρος Φιλίππου τὸν θώρακα καὶ δόρυ ἀναθείη τῷ Ἀσκληπιῷ· καὶ ἐς ἐμέ γε ἔτι θώραξ καὶ τοῦ δόρατος ἦν αἰχμή.

8.28.2τὴν δὲ Γόρτυνα ποταμὸς διέξεισιν ὑπὸ μὲν τῶν περὶ τὰς πηγὰς ὀνομαζόμενος Λούσιος, ἐπὶ λουτροῖς δὴ τοῖς Διὸς τεχθέντος· οἱ δὲ ἀπωτέρω τῶν πηγῶν καλοῦσιν ἀπὸ τῆς κώμης Γορτύνιον. οὗτος Γορτύνιος ὕδωρ ψυχρότατον παρέχεται ποταμῶν. Ἴστρον μέν γε καὶ Ῥῆνον, ἔτι δὲ Ὕπανίν τε καὶ Βορυσθένην καὶ ὅσων ἄλλων ἐν ὥρᾳ χειμῶνος τὰ ῥεύματα πήγνυται, τούτους μὲν χειμερίους κατὰ ἐμὴν δόξαν ὀρθῶς ὀνομάσαι τις ἄν, οἳ ῥέουσι μὲν διὰ γῆς τὸ πολὺ τοῦ χρόνου νειφομένης, ἀνάπλεως δὲ κρυμοῦ καὶ περὶ αὐτούς ἐστιν ἀήρ· 8.28.3ὅσοι δὲ γῆν διεξίασιν εὖ τῶν ὡρῶν ἔχουσαν καὶ θέρους σφίσι τὸ ὕδωρ πινόμενόν τε καὶ λουομένους ἀνθρώπους ἀναψύχει, χειμῶνος δὲ ἀνιαρὸν οὐκ ἔστι, τούτους ἐγώ φημι παρέχεσθαι σφᾶς ὕδωρ ψυχρόν. ψυχρὸν μὲν δὴ ὕδωρ καὶ Κύδνου τοῦ διεξιόντος Ταρσεῖς καὶ Μέλανος τοῦ παρὰ Σίδην τὴν Παμφύλων· Ἄλεντος δὲ τοῦ ἐν Κολοφῶνι καὶ ἐλεγείων ποιηταὶ τὴν ψυχρότητα ᾄδουσι. Γορτύνιος δὲ προήκει καὶ ἐς πλέον ψυχρότητος, μάλιστα δὲ ὥρᾳ θέρους. ἔχει μὲν δὴ τὰς πηγὰς ἐν Θεισόᾳ τῇ Μεθυδριεῦσιν ὁμόρῳ· καθότι δὲ τῷ Ἀλφειῷ τὸ ῥεῦμα ἀνακοινοῖ, καλοῦσι Ῥαιτέας.



Pausanias, Description of Greece (XML Header) [genre: prose] [word count] [lemma count] [Paus.].
<<Paus. 8.27.17 Paus. 8.28.2 (English) >>Paus. 8.28.5

Powered by PhiloLogic