Pausanias, Description of Greece (XML Header) [genre: prose] [word count] [lemma count] [Paus.].
<<Paus. 8.2.5 Paus. 8.3.2 (English) >>Paus. 8.3.4

8.2.7ὡσαύτως δὲ καὶ Νιόβην λέγουσιν ἐν Σιπύλῳ τῷ ὄρει θέρους ὥρᾳ κλαίειν. ἤδη δὲ καὶ ἄλλα ἤκουσα, τοῖς γρυψὶ στίγματα ὁποῖα καὶ ταῖς παρδάλεσιν εἶναι, καὶ ὡς οἱ Τρίτωνες ἀνθρώπου φωνῇ φθέγγοιντο· οἱ δὲ καὶ φυσᾶν διὰ κόχλου τετρυπημένης φασὶν αὐτούς. ὁπόσοι δὲ μυθολογήμασιν ἀκούοντες ἥδονται, πεφύκασι καὶ αὐτοί τι ἐπιτερατεύεσθαι· καὶ οὕτω τοῖς ἀληθέσιν ἐλυμήναντο, συγκεραννύντες αὐτὰ ἐψευσμένοις.

ch. 3 8.3.1τρίτῃ δὲ ὕστερον γενεᾷ μετὰ Πελασγὸν ἔς τε πόλεων καὶ ἐς ἀνθρώπων πλῆθος ἐπέδωκεν χώρα. Νύκτιμος μὲν γὰρ πρεσβύτατός τε ἦν καὶ εἶχε τὸ πᾶν κράτος· οἱ δὲ ἄλλοι παῖδες τοῦ Λυκάονος πόλεις ἐνταῦθα ἔκτιζον ἔνθα ἑκάστῳ μάλιστα ἦν κατὰ γνώμην. Πάλλας μὲν καὶ Ὀρεσθεὺς καὶ Φίγαλος Παλλάντιον, Ὀρεσθεὺς δὲ Ὀρεσθάσιον, Φιγαλίαν δὲ οἰκίζει Φίγαλος. 8.3.2Παλλαντίου μὲν δὴ καὶ Στησίχορος Ἱμεραῖος ἐν Γηρυονηίδι ἐποιήσατο μνήμην· Φιγαλία δὲ καὶ Ὀρεσθάσιον ἐν χρόνῳ μεταβάλλουσι τὰ ὀνόματα, Ὀρέστειόν τε ἀπὸ Ὀρέστου κληθεῖσα τοῦ Ἀγαμέμνονος καὶ Φιαλία ἀπὸ τοῦ Βουκολίωνος παιδὸς Φιάλου. Τραπεζεὺς δὲ καὶ Δασεάτας καὶ Μακαρεὺς καὶ Ἑλισσὼν καὶ Ἄκακός τε καὶ Θῶκνος Θωκνίαν πόλιν, δὲ Ἀκακήσιον ἔκτισεν· ἀπὸ τούτου δὲ τοῦ Ἀκάκου καὶ Ὅμηρος λόγῳ τῷ Ἀρκάδων ἐς Ἑρμῆν ἐποίησεν ἐπίκλησιν·



Pausanias, Description of Greece (XML Header) [genre: prose] [word count] [lemma count] [Paus.].
<<Paus. 8.2.5 Paus. 8.3.2 (English) >>Paus. 8.3.4

Powered by PhiloLogic