Pausanias, Description of Greece (XML Header) [genre: prose] [word count] [lemma count] [Paus.].
<<Paus. 9.17.2 Paus. 9.17.5 (English) >>Paus. 9.18.2

9.17.4Ζήθῳ δὲ μνῆμα καὶ Ἀμφίονι ἐν κοινῷ γῆς χῶμά ἐστιν οὐ μέγα. ὑφαιρεῖσθαι δὲ ἐθέλουσιν ἀπʼ αὐτοῦ τῆς γῆς οἱ Τιθορέαν ἐν τῇ Φωκίδι ἔχοντες, ἐθέλουσι δέ, ἐπειδὰν τὸν ἐν τῷ οὐρανῷ ταῦρον ἥλιος διεξίῃ· τηνικαῦτα γὰρ ἢν ἀπʼ αὐτοῦ λαβόντες γῆν τῷ Ἀντιόπης μνήματι περιάψωσι, <Τι>θορεεῦσιν οἴσει καρπὸν χώρα, Θηβαίοις δὲ οὐχ ὁμοίως. καὶ ἐπὶ τούτῳ φρουρὰν οἱ Θηβαῖοι τότε ἔχουσι τοῦ μνήματος. 9.17.5ταῦτα δὲ αἱ πόλεις αὗται πεπιστεύκασιν ἐκ χρησμῶν τῶν Βάκιδος, ἔστι γὰρ καὶ τάδε ἐν τοῖς χρησμοῖς· ἀλλʼ ὁπόταν Τιθορεὺς Ἀμφίονί τε Ζήθῳ τε
χύτλα καὶ εὐχωλὰς μειλίγματʼ ἐνὶ χθονὶ χεύῃ
θελγομένου ταύροιο κλυτοῦ μένει ἠελίοιο,
καὶ τότε δὴ πεφύλαξο πόλει κακὸν οὐκ ἀλαπαδνόν
ἐρχόμενον· καρποὶ γὰρ ἀποφθινύθουσιν ἐν αὐτῇ
γαίης δασσαμένων, Φώκου δʼ ἐπὶ σῆμα φερόντων.
9.17.6Φώκου δὲ μνῆμα Βάκις εἴρηκεν ἐπὶ αἰτίᾳ τοιᾷδε. γυνὴ τοῦ Λύκου Διόνυσον θεῶν μάλιστα ἦγεν ἐν τιμῇ· παθούσης δὲ αὐτῆς τὰ λεγόμενα Διόνυσος νεμεσᾷ τῇ Ἀντιόπῃ. ἐπίφθονοι δὲ ἀεί πως παρὰ θεῶν αἱ ὑπερβολαὶ τῶν τιμωριῶν εἰσι· λέγουσιν Ἀντιόπην μανῆναι καὶ ἐκστᾶσαν τῶν φρενῶν κατὰ πᾶσαν πλανᾶσθαι τὴν Ἑλλάδα, Φῶκον δὲ τὸν Ὀρνυτίωνος τοῦ Σισύφου περιτυχεῖν αὐτῇ καὶ ἔχειν γυναῖκα ἰασάμενον· καὶ δὴ τάφος ἐν κοινῷ τῇ Ἀντιόπῃ καὶ Φώκῳ πεποίηται.


Pausanias, Description of Greece (XML Header) [genre: prose] [word count] [lemma count] [Paus.].
<<Paus. 9.17.2 Paus. 9.17.5 (English) >>Paus. 9.18.2

Powered by PhiloLogic