Pausanias, Description of Greece (XML Header) [genre: prose] [word count] [lemma count] [Paus.].
<<Paus. 9.17.7 Paus. 9.18.4 (English) >>Paus. 9.19.1

9.18.2τούτου δὲ ἐγγύτατα τρεῖς εἰσιν ἀργοὶ λίθοι· Θηβαίων δὲ οἱ τὰ ἀρχαῖα μνημονεύοντες Τυδέα φασὶν εἶναι τὸν ἐνταῦθα κείμενον, ταφῆναι δὲ αὐτὸν ὑπὸ Μαίονος, καὶ ἐς μαρτυρίαν τοῦ λόγου παρέσχον τῶν ἐν Ἰλιάδι ἔπος Τυδέος, ὃν Θήβῃσι χυτὴ κατὰ γαῖα καλύπτει.
Hom. Il. 14.114

9.18.3ἑξῆς δέ ἐστι τῶν Οἰδίποδος παίδων μνήματα· <καὶ τὰ> ἐπʼ αὐτοῖς δρώμενα οὐ θεασάμενος πιστὰ ὅμως ὑπείληφα εἶναι. φασὶ γὰρ καὶ ἄλλοις οἱ Θηβαῖοι τῶν καλουμένων ἡρώων καὶ τοῖς παισὶν ἐναγίζειν τοῖς Οἰδίποδος· τούτοις δὲ ἐναγιζόντων αὐτῶν τὴν φλόγα, ὡσαύτως δὲ καὶ τὸν ἀπʼ αὐτῆς καπνὸν διχῇ διίστασθαι. ἐμὲ δὲ ἐπηγάγοντο ὧν λέγουσιν ἐς πίστιν ἰδόντα ἄλλο τοιόνδε. 9.18.4ἐν Μυσίᾳ τῇ ὑπὲρ Καΐκου πόλισμά ἐστι Πιονίαι, τὸν δὲ οἰκιστὴν οἱ ἐνταῦθα Πίονιν τῶν τινα ἀπογόνων τῶν Ἡρακλέους φασὶν εἶναι· μελλόντων δὲ ἐναγίζειν αὐτῷ καπνὸς αὐτόματος ἄνεισιν ἐκ τοῦ τάφου. ταῦτα μὲν οὖν συμβαίνοντα εἶδον, Θηβαῖοι δὲ καὶ Τειρεσίου μνῆμα ἀποφαίνουσι, πέντε μάλιστα καὶ δέκα ἀπωτέρω σταδίοις Οἰδίποδος τοῖς παισίν ἐστιν τάφος· ὁμολογοῦντες δὲ καὶ οὗτοι συμβῆναι Τειρεσίᾳ τὴν τελευτὴν ἐν τῇ Ἁλιαρτίᾳ, τὸ παρὰ σφίσιν ἐθέλουσιν εἶναι κενὸν μνῆμα.

9.18.5ἔστι δὲ καὶ Ἕκτορος Θηβαίοις τάφος τοῦ Πριάμου πρὸς Οἰδιποδίᾳ καλουμένῃ κρήνῃ, κομίσαι δὲ αὐτοῦ τὰ ὀστᾶ ἐξ Ἰλίου φασὶν ἐπὶ τοιῷδε μαντεύματι· Θηβαῖοι Κάδμοιο πόλιν καταναιετάοντες,
αἴ κʼ ἐθέλητε πάτραν οἰκεῖν σὺν ἀμύμονι πλούτῳ,
Ἕκτορος ὀστέα Πριαμίδου κομίσαντες ἐς οἴκους
ἐξ Ἀσίης Διὸς ἐννεσίῃσʼ ἥρωα σέβεσθαι.



Pausanias, Description of Greece (XML Header) [genre: prose] [word count] [lemma count] [Paus.].
<<Paus. 9.17.7 Paus. 9.18.4 (English) >>Paus. 9.19.1

Powered by PhiloLogic