Pausanias, Description of Greece (XML Header) [genre: prose] [word count] [lemma count] [Paus.].
<<Paus. 9.36.4 Paus. 9.36.7 (English) >>Paus. 9.37.1

9.36.6Μινύου δὲ ἦν Ὀρχομενός, καὶ ἐπὶ τούτου βασιλεύοντος τε πόλις Ὀρχομενὸς καὶ οἱ ἄνδρες ἐκλήθησαν Ὀρχομένιοι· διέμεινε δὲ οὐδὲν ἧσσον καὶ Μινύας ἐπονομάζεσθαι σφᾶς ἐς διάκρισιν ἀπὸ Ὀρχομενίων τῶν ἐν Ἀρκαδίᾳ. παρὰ τοῦτον τὸν Ὀρχομενὸν βασιλεύοντα Ὕηττος ἀφίκετο ἐξ Ἄργους, φεύγων ἐπὶ τῷ Μολούρου φόνῳ τοῦ Ἀρίσβαντος, ὅντινα ἀπέκτεινεν ἐπὶ γυναικὶ ἑλὼν γαμετῇ· καὶ αὐτῷ τῆς χώρας ἀπένειμεν Ὀρχομενὸς ὅση νῦν περί τε Ὕηττόν ἐστι τὴν κώμην καὶ ταύτῃ προσεχής. 9.36.7Ὑήττου δὲ ἐποιήσατο μνήμην καὶ τὰ ἔπη συνθεὶς ἃς μεγάλας Ἠοίας καλοῦσιν Ἕλληνες· Ὕηττος δὲ Μόλουρον Ἀρίσβαντος φίλον υἱόν
κτείνας ἐν μεγάροις εὐνῆς ἕνεχʼ ἧς ἀλόχοιο,
οἶκον ἀποπρολιπὼν φεῦγʼ Ἄργεος ἱπποβότοιο,
ἷξεν δʼ Ὀρχομενὸν Μινυήιον· καί μιν γʼ ἥρως
δέξατο καὶ κτεάνων μοῖραν πόρεν ὡς ἐπιεικές.
The Great Eoeae, unknown location.
9.36.8πρῶτος δὲ οὗτος Ὕηττος δίκην μοιχείας λαβὼν δῆλός ἐστι· καὶ χρόνῳ ὕστερον Δράκοντος Ἀθηναίοις θεσμοθετήσαντος ἐκ τῶν ἐκείνου κατέστη νόμων, οὓς ἔγραφεν ἐπὶ τῆς ἀρχῆς, ἄλλων τε ὁπόσων ἄδειαν εἶναι χρὴ καὶ δὴ καὶ τιμωρίας μοιχοῦ. τὸ δὲ ἀξίωμα τῶν Μινυῶν ἐπὶ τοσοῦτο ἤδη προῆκτο, ὥστε καὶ Νηλεὺς Κρηθέως βασιλεύων Πύλου γυναῖκα ἔσχεν ἐξ Ὀρχομενοῦ Χλῶριν Ἀμφίονος τοῦ Ἰασίου.



Pausanias, Description of Greece (XML Header) [genre: prose] [word count] [lemma count] [Paus.].
<<Paus. 9.36.4 Paus. 9.36.7 (English) >>Paus. 9.37.1

Powered by PhiloLogic