Pausanias, Description of Greece (XML Header) [genre: prose] [word count] [lemma count] [Paus.].
<<Paus. 9.38.7 Paus. 9.39.1 (English) >>Paus. 9.39.4

9.38.9Ἀσπληδόνα δὲ ἐκλιπεῖν τοὺς οἰκήτοράς φασιν ὕδατος σπανίζοντος· γενέσθαι δὲ τὸ ὄνομα ἀπὸ Ἀσπληδόνος τῇ πόλει, τοῦτον δὲ εἶναι νύμφης τε Μιδείας καὶ Ποσειδῶνος. ὁμολογεῖ δὲ καὶ ἔπη σφίσιν ἐποίησε Χερσίας, ἀνὴρ Ὀρχομένιος· ἐκ δὲ Ποσειδάωνος ἀγακλειτῆς τε Μιδείης
Ἀσπληδὼν γένεθʼ υἱὸς ἀνʼ εὐρύχορον πτολίεθρον.
Chersias of Orchomenus, unknown location.
9.38.10τοῦδε τοῦ Χερσίου τῶν ἐπῶν οὐδεμία ἦν ἔτι κατʼ ἐμὲ μνήμη, ἀλλὰ καὶ τάδε ἐπηγάγετο Κάλλιππος ἐς τὸν αὐτὸν λόγον τὸν ἔχοντα ἐς Ὀρχομενίους· τούτου δὲ τοῦ Χερσίου καὶ ἐπίγραμμα οἱ Ὀρχομένιοι τὸ ἐπὶ τῷ Ἡσιόδου τάφῳ μνημονεύουσιν.

ch. 39 9.39.1τὰ μὲν δὴ πρὸς τῶν ὀρῶν Φωκεῖς ὑπεροικοῦσιν Ὀρχομενίων, ἐν δὲ τῷ πεδίῳ Λεβάδειά ἐστιν αὐτοῖς ὅμορος. αὕτη τὸ μὲν ἐξ ἀρχῆς ᾠκεῖτο ἐπὶ μετεώρου καὶ ὠνομάζετο Μίδεια ἀπὸ τῆς Ἀσπληδόνος μητρός· Λεβάδου δὲ ἐξ Ἀθηνῶν ἐς αὐτὴν ἀφικομένου κατέβησάν τε ἐς τὸ χθαμαλὸν οἱ ἄνθρωποι καὶ ἐκλήθη Λεβάδεια πόλις ἀπʼ αὐτοῦ. πατέρα δὲ τοῦ Λεβάδου, καὶ καθʼ ἥντινα αἰτίαν ἦλθεν, οὐκ ἴσασιν ἄλλο γυναῖκα εἶναι Λεβάδου Λαονίκην. 9.39.2κεκόσμηται μὲν δὴ τὰ ἄλλα σφίσιν πόλις ὁμοίως τοῖς Ἑλλήνων μάλιστα εὐδαίμοσι, διείργει δὲ ἀπʼ αὐτῆς τὸ ἄλσος τοῦ Τροφωνίου <ποταμὸς Ἕρκυνα.> φασὶ δʼ ἐνταῦθα Ἕρκυναν ὁμοῦ Κόρῃ τῇ Δήμητρος παίζουσαν καὶ ἔχουσαν χῆνα ἀφεῖναι τοῦτον ἄκουσαν· ἐς δὲ ἄντρον κοῖλον ἐσπτάντος καὶ ὑπὸ λίθον ἀποκρύψαντος αὑτὸν ἐσελθοῦσα Κόρη λαμβάνει τὸν ὄρνιθα ὑπὸ τῷ λίθῳ κατακείμενον· ῥυῆναί τε δὴ τὸ ὕδωρ ὅθεν ἀνείλετο Κόρη τὸν λίθον καὶ ὀνομασθῆναι τὸν ποταμὸν ἐπὶ τούτῳ λέγουσιν Ἕρκυναν.



Pausanias, Description of Greece (XML Header) [genre: prose] [word count] [lemma count] [Paus.].
<<Paus. 9.38.7 Paus. 9.39.1 (English) >>Paus. 9.39.4

Powered by PhiloLogic