Plato, Laws (XML Header) [genre: prose] [word count] [lemma count] [Pl. Leg.].
<<Pl. Leg. 626a Pl. Leg. 626d (English) >>Pl. Leg. 627b

626cδοκεῖς μοι λέγειν οὕτω κεκοσμημένην οἰκεῖν δεῖν, ὥστε πολέμῳ νικᾶν τὰς ἄλλας πόλεις. γάρ;

Κλεινίας

πάνυ μὲν οὖν· οἶμαι δὲ καὶ τῷδε οὕτω συνδοκεῖν.

Μέγιλλος

πῶς γὰρ ἂν ἄλλως ἀποκρίναιτο, θεῖε, Λακεδαιμονίων γε ὁστισοῦν;

Ἀθηναῖος

πότερʼ οὖν δὴ πόλεσι μὲν πρὸς πόλεις ὀρθὸν τοῦτʼ ἐστί, κώμῃ δὲ πρὸς κώμην ἕτερον;

Κλεινίας

οὐδαμῶς.

Ἀθηναῖος

ἀλλὰ ταὐτόν;

Κλεινίας

ναί.

Ἀθηναῖος

τί δέ; πρὸς οἰκίαν οἰκίᾳ τῶν ἐν τῇ κώμῃ, καὶ πρὸς ἄνδρα ἀνδρὶ ἑνὶ πρὸς ἕνα, ταὐτὸν ἔτι;

Κλεινίας

ταὐτόν. 626d

Ἀθηναῖος

αὐτῷ δὲ πρὸς αὑτὸν πότερον ὡς πολεμίῳ πρὸς πολέμιον διανοητέον; πῶς ἔτι λέγομεν;

Κλεινίας

ξένε Ἀθηναῖεοὐ γάρ σε Ἀττικὸν ἐθέλοιμʼ ἂν προσαγορεύειν· δοκεῖς γάρ μοι τῆς θεοῦ ἐπωνυμίας ἄξιος εἶναι μᾶλλον ἐπονομάζεσθαι· τὸν γὰρ λόγον ἐπʼ ἀρχὴν ὀρθῶς ἀναγαγὼν σαφέστερον ἐποίησας, ὥστε ῥᾷον ἀνευρήσεις ὅτι νυνδὴ ὑφʼ ἡμῶν ὀρθῶς ἐρρήθη τὸ πολεμίους εἶναι πάντας πᾶσιν δημοσίᾳ τε, καὶ ἰδίᾳ ἑκάστους αὐτοὺς σφίσιν αὐτοῖς. 626e

Ἀθηναῖος

πῶς εἴρηκας, θαυμάσιε;

Κλεινίας

κἀνταῦθα, ξένε, τὸ νικᾶν αὐτὸν αὑτὸν πασῶν νικῶν πρώτη τε καὶ ἀρίστη, τὸ δὲ ἡττᾶσθαι αὐτὸν ὑφʼ ἑαυτοῦ πάντων αἴσχιστόν τε ἅμα καὶ κάκιστον. ταῦτα γὰρ ὡς πολέμου ἐν ἑκάστοις ἡμῶν ὄντος πρὸς ἡμᾶς αὐτοὺς σημαίνει.

Ἀθηναῖος

πάλιν τοίνυν τὸν λόγον ἀναστρέψωμεν. ἐπειδὴ γὰρ εἷς ἕκαστος ἡμῶν μὲν κρείττων αὑτοῦ, δὲ ἥττων



Plato, Laws (XML Header) [genre: prose] [word count] [lemma count] [Pl. Leg.].
<<Pl. Leg. 626a Pl. Leg. 626d (English) >>Pl. Leg. 627b

Powered by PhiloLogic