Plato, Laws (XML Header) [genre: prose] [word count] [lemma count] [Pl. Leg.].
<<Pl. Leg. 626d Pl. Leg. 627b (English) >>Pl. Leg. 627e

627aἐστί, πότερα φῶμεν οἰκίαν τε καὶ κώμην καὶ πόλιν ἔχειν ταὐτὸν τοῦτο ἐν αὑταῖς μὴ φῶμεν;

Κλεινίας

τὸ κρείττω τε ἑαυτῆς εἶναι λέγεις τινά, τὴν δʼ ἥττω;

Ἀθηναῖος

ναί.

Κλεινίας

καὶ τοῦτο ὀρθῶς ἤρου· πάνυ γὰρ ἔστι καὶ σφόδρα τὸ τοιοῦτον, οὐχ ἥκιστα ἐν ταῖς πόλεσιν. ἐν ὁπόσαις μὲν γὰρ οἱ ἀμείνονες νικῶσιν τὸ πλῆθος καὶ τοὺς χείρους, ὀρθῶς ἂν αὕτη κρείττων τε ἑαυτῆς λέγοιθʼ πόλις, ἐπαινοῖτό τε ἂν δικαιότατα τῇ τοιαύτῃ νίκῃ· τοὐναντίον δέ, ὅπου τἀναντία. 627b

Ἀθηναῖος

τὸ μὲν τοίνυν εἴ ποτέ ἐστίν που τὸ χεῖρον κρεῖττον τοῦ ἀμείνονος ἐάσωμενμακροτέρου γὰρ λόγουτὸ δὲ ὑπὸ σοῦ λεγόμενον μανθάνω νῦν, ὥς ποτε πολῖται, συγγενεῖς καὶ τῆς αὐτῆς πόλεως γεγονότες, ἄδικοι καὶ πολλοὶ συνελθόντες, δικαίους ἐλάττους ὄντας βιάσονται δουλούμενοι, καὶ ὅταν μὲν κρατήσωσιν, ἥττων πόλις αὑτῆς ὀρθῶς αὕτη λέγοιτʼ ἂν ἅμα καὶ κακή, ὅπου δʼ ἂν ἡττῶνται, κρείττων τε καὶ ἀγαθή. 627c

Κλεινίας

καὶ μάλα ἄτοπον, ξένε, τὸ νῦν λεγόμενον· ὅμως δὲ ὁμολογεῖν οὕτως ἀναγκαιότατον.

Ἀθηναῖος

ἔχε δή. καὶ τόδε πάλιν ἐπισκεψώμεθα· πολλοὶ ἀδελφοί που γένοιντʼ ἂν ἑνὸς ἀνδρός τε καὶ μιᾶς ὑεῖς, καὶ δὴ καὶ θαυμαστὸν οὐδὲν τοὺς πλείους μὲν ἀδίκους αὐτῶν γίγνεσθαι, τοὺς δὲ ἐλάττους δικαίους.

Κλεινίας

οὐ γὰρ οὖν.

Ἀθηναῖος

καὶ οὐκ ἂν εἴη γε πρέπον ἐμοί τε καὶ ὑμῖν τοῦτο θηρεύειν, ὅτι νικώντων μὲν τῶν πονηρῶν τε οἰκία καὶ συγγένεια αὕτη πᾶσα ἥττων αὑτῆς λέγοιτʼ ἄν, κρείττων δὲ



Plato, Laws (XML Header) [genre: prose] [word count] [lemma count] [Pl. Leg.].
<<Pl. Leg. 626d Pl. Leg. 627b (English) >>Pl. Leg. 627e

Powered by PhiloLogic