627bἈθηναῖος
τὸ μὲν τοίνυν εἴ ποτέ ἐστίν που τὸ χεῖρον κρεῖττον τοῦ ἀμείνονος ἐάσωμεν—μακροτέρου γὰρ λόγου—τὸ δὲ ὑπὸ σοῦ λεγόμενον μανθάνω νῦν, ὥς ποτε πολῖται, συγγενεῖς καὶ τῆς αὐτῆς πόλεως γεγονότες, ἄδικοι καὶ πολλοὶ συνελθόντες, δικαίους ἐλάττους ὄντας βιάσονται δουλούμενοι, καὶ ὅταν μὲν κρατήσωσιν, ἥττων ἡ πόλις αὑτῆς ὀρθῶς αὕτη λέγοιτʼ ἂν ἅμα καὶ κακή, ὅπου δʼ ἂν ἡττῶνται, κρείττων τε καὶ ἀγαθή.
627cΚλεινίας
καὶ μάλα ἄτοπον, ὦ ξένε, τὸ νῦν λεγόμενον· ὅμως δὲ ὁμολογεῖν οὕτως ἀναγκαιότατον.
Ἀθηναῖος
ἔχε δή. καὶ τόδε πάλιν ἐπισκεψώμεθα· πολλοὶ ἀδελφοί που γένοιντʼ ἂν ἑνὸς ἀνδρός τε καὶ μιᾶς ὑεῖς, καὶ δὴ καὶ θαυμαστὸν οὐδὲν τοὺς πλείους μὲν ἀδίκους αὐτῶν γίγνεσθαι, τοὺς δὲ ἐλάττους δικαίους.
Κλεινίας
οὐ γὰρ οὖν.
Ἀθηναῖος
καὶ οὐκ ἂν εἴη γε πρέπον ἐμοί τε καὶ ὑμῖν τοῦτο θηρεύειν, ὅτι νικώντων μὲν τῶν πονηρῶν ἥ τε οἰκία καὶ ἡ συγγένεια αὕτη πᾶσα ἥττων αὑτῆς λέγοιτʼ ἄν, κρείττων δὲ
627dἡττωμένων· οὐ γὰρ εὐσχημοσύνης τε καὶ ἀσχημοσύνης ῥημάτων ἕνεκα τὰ νῦν σκοπούμεθα πρὸς τὸν τῶν πολλῶν λόγον, ἀλλʼ ὀρθότητός τε καὶ ἁμαρτίας πέρι νόμων, ἥτις ποτʼ ἐστὶν φύσει.Κλεινίας
ἀληθέστατα, ὦ ξένε, λέγεις.
Μέγιλλος
καλῶς μὲν οὖν, ὥς γε ἐμοὶ συνδοκεῖν, τό γε τοσοῦτον, τὰ νῦν.
Ἀθηναῖος
ἴδωμεν δὴ καὶ τόδε· τούτοις τοῖς ἄρτι λεγομένοις ἀδελφοῖς γένοιτʼ ἄν πού τις δικαστής;
Κλεινίας
πάνυ γε.
Ἀθηναῖος
πότερος οὖν ἀμείνων, ὅστις τοὺς μὲν ἀπολέσειεν