Plato, Laws (XML Header) [genre: prose] [word count] [lemma count] [Pl. Leg.].
<<Pl. Leg. 632e Pl. Leg. 633b (English) >>Pl. Leg. 634a

633a

Μέγιλλος

καλῶς λέγεις, καὶ πειρῶ πρῶτον κρίνειν τὸν τοῦ Διὸς ἐπαινέτην τόνδε ἡμῖν.

Ἀθηναῖος

πειράσομαι, καὶ σέ τε καὶ ἐμαυτόν· κοινὸς γὰρ λόγος. λέγετε οὖν· τὰ συσσίτιά φαμεν καὶ τὰ γυμνάσια πρὸς τὸν πόλεμον ἐξηυρῆσθαι τῷ νομοθέτῃ;

Μέγιλλος

ναί.

Ἀθηναῖος

καὶ τρίτον τέταρτον; ἴσως γὰρ ἂν οὕτω χρείη διαριθμήσασθαι καὶ περὶ τῶν τῆς ἄλλης ἀρετῆς εἴτε μερῶν εἴτε ἅττʼ αὐτὰ καλεῖν χρεών ἐστι, δηλοῦντα μόνον λέγει. 633b

Μέγιλλος

τρίτον τοίνυν, ἔγωγʼ εἴποιμʼ ἂν καὶ Λακεδαιμονίων ὁστισοῦν, τὴν θήραν ηὗρε.

Ἀθηναῖος

τέταρτον δέ, πέμπτον εἰ δυναίμεθα, λέγειν πειρώμεθα.

Μέγιλλος

ἔτι τοίνυν καὶ τὸ τέταρτον ἔγωγε πειρῴμην ἂν λέγειν, τὸ περὶ τὰς καρτερήσεις τῶν ἀλγηδόνων πολὺ παρʼ ἡμῖν γιγνόμενον, ἔν τε ταῖς πρὸς ἀλλήλους ταῖς χερσὶ μάχαις καὶ ἐν ἁρπαγαῖς τισιν διὰ πολλῶν πληγῶν ἑκάστοτε γιγνομένων· ἔτι δὲ καὶ κρυπτεία τις ὀνομάζεται θαυμαστῶς πολύπονος 633cπρὸς τὰς καρτερήσεις, χειμώνων τε ἀνυποδησίαι καὶ ἀστρωσίαι καὶ ἄνευ θεραπόντων αὐτοῖς ἑαυτῶν διακονήσεις νύκτωρ τε πλανωμένων διὰ πάσης τῆς χώρας καὶ μεθʼ ἡμέραν. ἔτι δὲ κἀν ταῖς γυμνοπαιδίαις δειναὶ καρτερήσεις παρʼ ἡμῖν γίγνονται τῇ τοῦ πνίγους ῥώμῃ διαμαχομένων, καὶ πάμπολλα ἕτερα, σχεδὸν ὅσα οὐκ ἂν παύσαιτό τις ἑκάστοτε διεξιών.

Ἀθηναῖος

εὖ γε, Λακεδαιμόνιε ξένε, λέγεις. τὴν ἀνδρείαν δέ, φέρε, τί θῶμεν; πότερον ἁπλῶς οὕτως εἶναι πρὸς φόβους



Plato, Laws (XML Header) [genre: prose] [word count] [lemma count] [Pl. Leg.].
<<Pl. Leg. 632e Pl. Leg. 633b (English) >>Pl. Leg. 634a

Powered by PhiloLogic