Plato, Laws (XML Header) [genre: prose] [word count] [lemma count] [Pl. Leg.].
<<Pl. Leg. 639d Pl. Leg. 640c (English) >>Pl. Leg. 640e

640aἂν ἴσως εὐθύς γε γνοῖμεν τό τε ὀρθὸν καὶ μὴ γιγνόμενον ἐν αὐτοῖς.

Ἀθηναῖος

εἰκὸς λέγεις· ἀλλʼ ἐμοῦ φράζοντος πειρῶ μανθάνειν. τὸ μὲν γὰρ ἐν πάσαις τε συνόδοις, καὶ κοινωνίαις πράξεων ὡντινωνοῦν, ὡς ὀρθὸν πανταχοῦ ἑκάστοις ἄρχοντα εἶναι, μανθάνεις;

Κλεινίας

πῶς γὰρ οὔ;

Ἀθηναῖος

καὶ μὴν ἐλέγομεν νυνδὴ μαχομένων ὡς ἀνδρεῖον δεῖ τὸν ἄρχοντʼ εἶναι.

Κλεινίας

πῶς δʼ οὔ;

Ἀθηναῖος

μὴν ἀνδρεῖος τῶν δειλῶν ὑπὸ φόβων ἧττον τεθορύβηται. 640b

Κλεινίας

καὶ τοῦτο οὕτως.

Ἀθηναῖος

εἰ δʼ ἦν τις μηχανὴ μηδὲν τὸ παράπαν δεδιότα μηδὲ θορυβούμενον ἐπιστῆσαι στρατοπέδῳ στρατηγόν, ἆρʼ οὐ τοῦτʼ ἂν παντὶ τρόπῳ ἐπράττομεν;

Κλεινίας

σφόδρα μὲν οὖν.

Ἀθηναῖος

νῦν δέ γε οὐ στρατοπέδου περὶ λέγομεν ἄρξοντος ἐν ἀνδρῶν ὁμιλίαις ἐχθρῶν ἐχθροῖς μετὰ πολέμου, φίλων δʼ ἐν εἰρήνῃ πρὸς φίλους κοινωνησόντων φιλοφροσύνης.

Κλεινίας

ὀρθῶς. 640c

Ἀθηναῖος

ἔστιν δέ γε τοιαύτη συνουσία, εἴπερ ἔσται μετὰ μέθης, οὐκ ἀθόρυβος. γάρ;

Κλεινίας

πῶς γάρ; ἀλλʼ οἶμαι πᾶν τοὐναντίον.

Ἀθηναῖος

οὐκοῦν πρῶτον μὲν καὶ τούτοις ἄρχοντος δεῖ;

Κλεινίας

τί μήν; ὡς οὐδενί γε πράγματι.

Ἀθηναῖος

πότερον οὖν ἀθόρυβον, εἰ δυνατὸν εἴη, τὸν τοιοῦτον ἄρχοντα ἐκπορίζεσθαι δεῖ;

Κλεινίας

πῶς γὰρ οὔ;

Ἀθηναῖος

καὶ μὴν περί γε συνουσίας, ὡς ἔοικεν, αὐτὸν φρόνιμον εἶναι δεῖ· γίγνεται γὰρ φύλαξ τῆς τε ὑπαρχούσης



Plato, Laws (XML Header) [genre: prose] [word count] [lemma count] [Pl. Leg.].
<<Pl. Leg. 639d Pl. Leg. 640c (English) >>Pl. Leg. 640e

Powered by PhiloLogic