Plato, Laws (XML Header) [genre: prose] [word count] [lemma count] [Pl. Leg.].
<<Pl. Leg. 641d Pl. Leg. 642b (English) >>Pl. Leg. 642e

642aσκοπῶ δὴ μὴ δόξαν ὑμῖν παράσχωμαι περὶ σμικροῦ πολλὰ λέγειν, μέθης πέρι, σμικροῦ πράγματος, παμμήκη λόγον ἀνακαθαιρόμενος. τὸ δὲ κατὰ φύσιν αὐτοῦ διόρθωσις οὐκ ἂν δύναιτο ἄνευ μουσικῆς ὀρθότητός ποτε σαφὲς οὐδὲ ἱκανὸν ἐν τοῖς λόγοις ἀπολαβεῖν, μουσικὴ δὲ ἄνευ παιδείας τῆς πάσης οὐκ ἂν αὖ ποτε δύναιτο· ταῦτα δὲ παμπόλλων ἐστὶν λόγων. ὁρᾶτε οὖν τί ποιῶμεν εἰ ταῦτα μὲν ἐάσαιμεν ἐν τῷ 642bπαρόντι, μετεκβαῖμεν δʼ εἰς ἕτερόν τινα νόμων πέρι λόγον.

Μέγιλλος

ξένε Ἀθηναῖε, οὐκ οἶσθʼ ἴσως ὅτι τυγχάνει ἡμῶν ἑστία τῆς πόλεως οὖσα ὑμῶν πρόξενος. ἴσως μὲν οὖν καὶ πᾶσιν τοῖς παισίν, ἐπειδὰν ἀκούσωσιν ὅτι τινός εἰσιν πόλεως πρόξενοι, ταύτῃ τις εὔνοια ἐκ νέων εὐθὺς ἐνδύεται ἕκαστον ἡμῶν τῶν προξένων τῇ πόλει, ὡς δευτέρᾳ οὔσῃ πατρίδι μετὰ τὴν αὑτοῦ πόλιν· καὶ δὴ καὶ ἐμοὶ νῦν ταὐτὸν τοῦτο ἐγγέγονεν. ἀκούων γὰρ τῶν παίδων εὐθύς, 642cεἴ τι μέμφοιντο καὶ ἐπαινοῖεν Λακεδαιμόνιοι Ἀθηναίους, ὡς πόλις ὑμῶν, Μέγιλλε,” ἔφασαν, “ἡμᾶς οὐ καλῶς καλῶς ἔρρεξε” —ταῦτα δὴ ἀκούων, καὶ μαχόμενος πρὸς αὐτὰ ὑπὲρ ὑμῶν ἀεὶ πρὸς τοὺς τὴν πόλιν εἰς ψόγον ἄγοντας, πᾶσαν εὔνοιαν ἔσχον, καί μοι νῦν τε φωνὴ προσφιλὴς ὑμῶν, τό τε ὑπὸ πολλῶν λεγόμενον, ὡς ὅσοι Ἀθηναίων εἰσὶν ἀγαθοὶ διαφερόντως εἰσὶν τοιοῦτοι, δοκεῖ ἀληθέστατα λέγεσθαι· μόνοι γὰρ ἄνευ ἀνάγκης αὐτοφυῶς, θείᾳ μοίρᾳ



Plato, Laws (XML Header) [genre: prose] [word count] [lemma count] [Pl. Leg.].
<<Pl. Leg. 641d Pl. Leg. 642b (English) >>Pl. Leg. 642e

Powered by PhiloLogic