Plato, Laws (XML Header) [genre: prose] [word count] [lemma count] [Pl. Leg.].
<<Pl. Leg. 654d Pl. Leg. 655a (English) >>Pl. Leg. 655d

654eδυναίμεθα. ἆρʼ οὐχ οὕτως;

Κλεινίας

οὕτω μὲν οὖν.

Ἀθηναῖος

ταῦτʼ ἄρα μετὰ τοῦθʼ ἡμῖν αὖ καθάπερ κυσὶν ἰχνευούσαις διερευνητέον, σχῆμά τε καλὸν καὶ μέλος καὶ ᾠδὴν καὶ ὄρχησιν· εἰ δὲ ταῦθʼ ἡμᾶς διαφυγόντα οἰχήσεται, μάταιος μετὰ ταῦθʼ ἡμῖν περὶ παιδείας ὀρθῆς εἴθʼ Ἑλληνικῆς εἴτε βαρβαρικῆς λόγος ἂν εἴη.

Κλεινίας

ναί.

Ἀθηναῖος

εἶεν· τί δὲ δὴ τὸ καλὸν χρὴ φάναι σχῆμα μέλος εἶναί ποτε; φέρε, ἀνδρικῆς ψυχῆς ἐν πόνοις ἐχομένης καὶ 655aδειλῆς ἐν τοῖς αὐτοῖς τε καὶ ἴσοις ἆρʼ ὅμοια τά τε σχήματα καὶ τὰ φθέγματα συμβαίνει γίγνεσθαι;

Κλεινίας

καὶ πῶς, ὅτε γε μηδὲ τὰ χρώματα;

Ἀθηναῖος

καλῶς γε, ἑταῖρε. ἀλλʼ ἐν γὰρ μουσικῇ καὶ σχήματα μὲν καὶ μέλη ἔνεστιν, περὶ ῥυθμὸν καὶ ἁρμονίαν οὔσης τῆς μουσικῆς, ὥστε εὔρυθμον μὲν καὶ εὐάρμοστον, εὔχρων δὲ μέλος σχῆμα οὐκ ἔστιν ἀπεικάσαντα, ὥσπερ οἱ χοροδιδάσκαλοι ἀπεικάζουσιν, ὀρθῶς φθέγγεσθαι· τὸ δὲ τοῦ δειλοῦ τε καὶ ἀνδρείου σχῆμα μέλος ἔστιν τε, καὶ 655bὀρθῶς προσαγορεύειν ἔχει τὰ μὲν τῶν ἀνδρείων καλά, τὰ τῶν δειλῶν δὲ αἰσχρά. καὶ ἵνα δὴ μὴ μακρολογία πολλή τις γίγνηται περὶ ταῦθʼ ἡμῖν ἅπαντα, ἁπλῶς ἔστω τὰ μὲν ἀρετῆς ἐχόμενα ψυχῆς σώματος, εἴτε αὐτῆς εἴτε τινὸς εἰκόνος, σύμπαντα σχήματά τε καὶ μέλη καλά, τὰ δὲ κακίας αὖ, τοὐναντίον ἅπαν.

Κλεινίας

ὀρθῶς τε προκαλῇ καὶ ταῦθʼ ἡμῖν οὕτως ἔχειν ἀποκεκρίσθω τὰ νῦν.

Ἀθηναῖος

ἔτι δὴ τόδε· πότερον ἅπαντες πάσαις χορείαις



Plato, Laws (XML Header) [genre: prose] [word count] [lemma count] [Pl. Leg.].
<<Pl. Leg. 654d Pl. Leg. 655a (English) >>Pl. Leg. 655d

Powered by PhiloLogic