Plato, Laws (XML Header) [genre: prose] [word count] [lemma count] [Pl. Leg.].
<<Pl. Leg. 657e Pl. Leg. 658c (English) >>Pl. Leg. 659a

658bμόνον, ὃς δʼ ἂν τέρψῃ τοὺς θεατὰς μάλιστα, μηδὲν ἐπιταττόμενος ᾧτινι τρόπῳ, νικήσῃ δὲ αὐτὸ τοῦτο ὅτι μάλιστα ἀπεργασάμενος καὶ κριθῇ τῶν ἀγωνισαμένων ἥδιστος γεγονέναιτί ποτʼ ἂν ἡγούμεθα ἐκ ταύτης τῆς προρρήσεως συμβαίνειν;

Κλεινίας

τοῦ πέρι λέγεις;

Ἀθηναῖος

εἰκός που τὸν μέν τινα ἐπιδεικνύναι, καθάπερ Ὅμηρος, ῥαψῳδίαν, ἄλλον δὲ κιθαρῳδίαν, τὸν δέ τινα τραγῳδίαν, τὸν δʼ αὖ κωμῳδίαν, οὐ θαυμαστὸν δὲ εἴ τις καὶ 658cθαύματα ἐπιδεικνὺς μάλιστʼ ἂν νικᾶν ἡγοῖτο· τούτων δὴ τοιούτων καὶ ἑτέρων ἀγωνιστῶν μυρίων ἐλθόντων ἔχομεν εἰπεῖν τίς ἂν νικῷ δικαίως;

Κλεινίας

ἄτοπον ἤρου· τίς γὰρ ἂν ἀποκρίνοιτό σοι τοῦτο ὡς γνοὺς ἄν ποτε πρὶν ἀκοῦσαί τε, καὶ τῶν ἀθλητῶν ἑκάστων αὐτήκοος αὐτὸς γενέσθαι;

Ἀθηναῖος

τί οὖν δή; βούλεσθε ἐγὼ σφῷν τὴν ἄτοπον ἀπόκρισιν ταύτην ἀποκρίνωμαι;

Κλεινίας

τί μήν;

Ἀθηναῖος

εἰ μὲν τοίνυν τὰ πάνυ σμικρὰ κρίνοι παιδία, κρινοῦσιν τὸν τὰ θαύματα ἐπιδεικνύντα· γάρ; 658d

Κλεινίας

πῶς γὰρ οὔ;

Ἀθηναῖος

ἐὰν δέ γʼ οἱ μείζους παῖδες, τὸν τὰς κωμῳδίας· τραγῳδίαν δὲ αἵ τε πεπαιδευμέναι τῶν γυναικῶν καὶ τὰ νέα μειράκια καὶ σχεδὸν ἴσως τὸ πλῆθος πάντων.

Κλεινίας

ἴσως δῆτα.

Ἀθηναῖος

ῥαψῳδὸν δέ, καλῶς Ἰλιάδα καὶ Ὀδύσσειαν τι τῶν Ἡσιοδείων διατιθέντα, τάχʼ ἂν ἡμεῖς οἱ γέροντες ἥδιστα ἀκούσαντες νικᾶν ἂν φαῖμεν πάμπολυ. τίς οὖν ὀρθῶς ἂν νενικηκὼς εἴη; τοῦτο μετὰ τοῦτο· γάρ;

Κλεινίας

ναί.



Plato, Laws (XML Header) [genre: prose] [word count] [lemma count] [Pl. Leg.].
<<Pl. Leg. 657e Pl. Leg. 658c (English) >>Pl. Leg. 659a

Powered by PhiloLogic