Plato, Laws (XML Header) [genre: prose] [word count] [lemma count] [Pl. Leg.].
<<Pl. Leg. 664e Pl. Leg. 665c (English) >>Pl. Leg. 666a

665bχορὸς εἴρηνται, τὸν δὲ τρίτον καὶ τὸν λοιπὸν χορὸν ἀνάγκη τοῦ Διονύσου λέγεσθαι.

Κλεινίας

πῶς δή; λέγε· μάλα γὰρ ἄτοπος γίγνοιτʼ ἂν ὥς γε ἐξαίφνης ἀκούσαντι Διονύσου πρεσβυτῶν χορός, εἰ ἄρα οἱ ὑπὲρ τριάκοντα καὶ πεντήκοντα δὲ γεγονότες ἔτη μέχρι ἑξήκοντα αὐτῷ χορεύσουσιν.

Ἀθηναῖος

ἀληθέστατα μέντοι λέγεις. λόγου δὴ δεῖ πρὸς ταῦτα οἶμαι, ὅπῃ τοῦτο εὔλογον οὕτω γιγνόμενον ἂν γίγνοιτο.

Κλεινίας

τί μήν;

Ἀθηναῖος

ἆρʼ οὖν ἡμῖν τά γε ἔμπροσθεν ὁμολογεῖται; 665c

Κλεινίας

τοῦ πέρι;

Ἀθηναῖος

τὸ δεῖν πάντʼ ἄνδρα καὶ παῖδα, ἐλεύθερον καὶ δοῦλον, θῆλύν τε καὶ ἄρρενα, καὶ ὅλῃ τῇ πόλει ὅλην τὴν πόλιν αὐτὴν αὑτῇ ἐπᾴδουσαν μὴ παύεσθαί ποτε ταῦτα διεληλύθαμεν, ἁμῶς γέ πως ἀεὶ μεταβαλλόμενα καὶ πάντως παρεχόμενα ποικιλίαν, ὥστε ἀπληστίαν εἶναί τινα τῶν ὕμνων τοῖς ᾄδουσιν καὶ ἡδονήν.

Κλεινίας

πῶς δʼ οὐχ ὁμολογοῖτʼ ἂν δεῖν ταῦτα οὕτω πράττεσθαι; 665d

Ἀθηναῖος

ποῦ δὴ τοῦθʼ ἡμῖν τὸ ἄριστον τῆς πόλεως, ἡλικίαις τε καὶ ἅμα φρονήσεσιν πιθανώτατον ὂν τῶν ἐν τῇ πόλει, ᾆδον τὰ κάλλιστα μέγιστʼ ἂν ἐξεργάζοιτο ἀγαθά; τοῦτο ἀνοήτως οὕτως ἀφήσομεν, κυριώτατον ἂν εἴη τῶν καλλίστων τε καὶ ὠφελιμωτάτων ᾠδῶν;

Κλεινίας

ἀλλὰ ἀδύνατον τὸ μεθιέναι, ὥς γε τὰ νῦν λεγόμενα.

Ἀθηναῖος

πῶς οὖν πρέπον ἂν εἴη τοῦτο; ὁρᾶτε εἰ τῇδε.

Κλεινίας

πῇ δή;

Ἀθηναῖος

πᾶς που γιγνόμενος πρεσβύτερος ὄκνου πρὸς τὰς



Plato, Laws (XML Header) [genre: prose] [word count] [lemma count] [Pl. Leg.].
<<Pl. Leg. 664e Pl. Leg. 665c (English) >>Pl. Leg. 666a

Powered by PhiloLogic