Plato, Laws (XML Header) [genre: prose] [word count] [lemma count] [Pl. Leg.].
<<Pl. Leg. 668c Pl. Leg. 669a (English) >>Pl. Leg. 669d

668eτὰς θέσεις εἰ ἔχει, ὅσοι τέ εἰσιν καὶ ὁποῖα παρʼ ὁποῖα αὐτῶν κείμενα τὴν προσήκουσαν τάξιν ἀπείληφενκαὶ ἔτι δὴ χρώματά τε καὶ σχήματα πάντα ταῦτα τεταραγμένως εἴργασται· μῶν δοκεῖ ταῦτʼ ἄν ποτε διαγνῶναί τις τὸ παράπαν ἀγνοῶν ὅτι ποτʼ ἐστὶ τὸ μεμιμημένον ζῷον;

Κλεινίας

καὶ πῶς;

Ἀθηναῖος

τί δʼ εἰ γιγνώσκοιμεν ὅτι τὸ γεγραμμένον τὸ πεπλασμένον ἐστὶν ἄνθρωπος, καὶ τὰ μέρη πάντα τὰ ἑαυτοῦ 669aκαὶ χρώματα ἅμα καὶ σχήματα ἀπείληφεν ὑπὸ τῆς τέχνης; ἆρά γε ἀναγκαῖον ἤδη τῷ ταῦτα γνόντι καὶ ἐκεῖνο ἑτοίμως γιγνώσκειν, εἴτε καλὸν εἴτε ὅπῃ ποτὲ ἐλλιπὲς ἂν εἴη κάλλους;

Κλεινίας

πάντες μεντἂν ὡς ἔπος εἰπεῖν, ξένε, τὰ καλὰ τῶν ζῴων ἐγιγνώσκομεν.

Ἀθηναῖος

ὀρθότατα λέγεις. ἆρʼ οὖν οὐ περὶ ἑκάστην εἰκόνα, καὶ ἐν γραφικῇ καὶ ἐν μουσικῇ καὶ πάντῃ, τὸν μέλλοντα ἔμφρονα κριτὴν ἔσεσθαι δεῖ ταῦτα τρία ἔχειν, τέ ἐστι 669bπρῶτον γιγνώσκειν, ἔπειτα ὡς ὀρθῶς, ἔπειθʼ ὡς εὖ, τὸ τρίτον, εἴργασται τῶν εἰκόνων ἡτισοῦν ῥήμασί τε καὶ μέλεσι καὶ τοῖς ῥυθμοῖς;

Κλεινίας

ἔοικε γοῦν.

Ἀθηναῖος

μὴ τοίνυν ἀπείπωμεν λέγοντες τὸ περὶ τὴν μουσικὴν χαλεπόν· ἐπειδὴ γὰρ ὑμνεῖται περὶ αὐτὴν διαφερόντως τὰς ἄλλας εἰκόνας, εὐλαβείας δὴ δεῖται πλείστης πασῶν εἰκόνων. ἁμαρτών τε γάρ τις μέγιστʼ ἂν βλάπτοιτο,



Plato, Laws (XML Header) [genre: prose] [word count] [lemma count] [Pl. Leg.].
<<Pl. Leg. 668c Pl. Leg. 669a (English) >>Pl. Leg. 669d

Powered by PhiloLogic